Ancient Greek
Κανδιδιανῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Κανδιδιανῷ.
Not analysed yet
Πολὺ τῆς ὁδοῦ τὸ μέσον τὸ διεῖργον ἡμᾶς, ἀλλ' οὐδὲ ὁ χρόνος βραχὺς, ἐξ οὗ τῆς θαυμασιότητος ἐχωρίσθημεν τῆς σῆς· καὶ τῶν πραγμάτων δὲ πολὺς ὁ περιεστὼς ἡμᾶς ὄχλος, ἐρημία χωρίου χαλεπωτάτη, πολιορκία ἀφόρητος, ἔφοδοι, καταδρομαὶ λῃστῶν, ἑτέρα στενοχωρία, ἡ τοῦ σώματος ἀῤῥωστία. Ἀλλ' ὅμως οὐδὲν τούτων ῥᾳθυμοτέρους ἡμᾶς περὶ τὴν ἀγάπην τὴν σὴν πεποίηκεν, ἀλλ' ἀκμάζουσαν αὐτὴν καὶ ἀνθοῦσαν διατηροῦμεν, ἐπὶ διανοίας σε περιφέροντες, ὅπουπερ ἂν ὦμεν, καὶ ἄληστόν σου τὴν μνήμην ἔχοντες, καὶ τὸ εὐγενές σου τῆς ψυχῆς, τὸ ἐλευθέριον, τὸ ἄτρεπτον, τὸ ἀκλινὲς τῆς γνησίας ἀγάπης, τὸ θερμὸν τῆς διαθέσεως ἐγκολάψαντες ἡμῶν τῇ διανοίᾳ. Οὕτως ἐνταῦθα διάγομεν, μεγίστην παραμυθίαν τῆς τοσαύτης ἐρημίας τὴν μνήμην τῶν σῶν κατορθωμάτων ἔχοντες. Γράφε δὴ καὶ αὐτὸς ἡμῖν συνεχῶς, δέσποτά μου θαυμασιώτατε καὶ μεγαλοπρεπέστατε, τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζόμενος. Οἶσθα γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα (καὶ γὰρ περισπούδαστον ἡμῖν περὶ ταύτης μανθάνειν), καὶ ὅτι διπλῆν καρπωσόμεθα τὴν εὐφροσύνην, τῷ τε ἐπιστέλλειν αὐτὸν, τῷ τε τοιαῦτα δέχεσθαι ἡμᾶς γράμματα παρὰ τῆς μεγαλοπρεπείας τῆς σῆς.