Ancient Greek
Βασιλείῳ πρεσβυτέρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Βασιλείῳ πρεσβυτέρῳ.
Not analysed yet
Εἰ καὶ τῆς κατ' ὄψιν σου συντυχίας οὐκ ἀπηλαύσαμεν, ἀλλὰ τὴν ἀρετήν σου τῆς ψυχῆς ἀκούοντες, καὶ τὸν ζῆλον ὃν ἔχεις κατὰ τῶν Ἑλλήνων, καταλύων αὐτῶν τὴν πλάνην, καὶ πρὸς ἀλήθειαν χειραγωγῶν, ὡς παρόντες καὶ συγγενόμενοι, καὶ πολύν σοι συντραφέντες χρόνον, οὕτως σε αἰδούμεθα καὶ τιμῶμεν. Διὸ καὶ πρότερον ἐπεπηδήσαμεν τοῖς πρὸς σὲ γράμμασι, μακαρίζοντές σε ὑπὲρ ὧν κατορθοῖς, καὶ θαυμάζοντες, καὶ αἰτοῦντες καὶ αὐτὸν ἡμῖν ἐπιστέλλειν ἡνίκα ἂν ἐξῇ. Καὶ γὰρ εἰ καὶ τῷ σώματί σου κεχωρίσμεθα, ἀλλὰ τῇ ἀγάπῃ σοι συνδεδέμεθα, ἐννοοῦντες τὴν σὴν εὐλάβειαν. Ταῦτ' οὖν εἰδὼς, μὴ κατόκνει συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ κατορθώματα τὰ σὰ δηλοῦν, ἵνα, καὶ ἐν ἐρημίᾳ διατρίβοντες, πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν.