Ancient Greek · ~5 min
Δόμνῳ ἐπισκόπῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Δόμνῳ ἐπισκόπῳ.
Not analysed yet
Καὶ τοῦ πέμψαι τὸν τιμιώτατον πρεσβύτερον εἰς ἐπίσκηψιν ἡμετέραν, καὶ τοῦ γράψαι πολλὰς ἔχω χάριτας τῇ εὐλαβείᾳ τῇ σῇ, δέσποτα τιμιώτατε. Ἀμφότερα γὰρ γνησίας ἀγάπης καὶ θερμῆς διαθέσεως, Διὰ τοῦτο καὶ ἐν ἐρημίᾳ διατρίβοντες, πολλὴν ἐντεῦθεν ἐδεξάμεθα τὴν παράκλησιν. Τὸ γὰρ τοιούτους ἄνδρας οὕτω σφοδροὺς ἐραστὰς ἔχειν, οὐ τὴν τυχοῦσαν φέρει τοῖς ἀγαπωμένοις παραμυθίαν. Καὶ ἐβουλόμην μὲν κατ' ὄψιν συντυχεῖν τῇ εὐλαβείᾳ τῇ σῇ, καὶ ἐμφορηθῆναι τῆς ἡδίστης σου διαθέσεως. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι (οὔτε γὰρ ἡμῖν δυνατὸν, οὔτε τῇ τιμιότητί σου ῥᾴδιον, διὰ τὴν τῆς Ἐκκλησίας τῆς αὐτόθι πρόνοιαν), ἐπὶ τὸν δεύτερον ἀναγκαίως ἤλθομεν πλοῦν, τὴν ἀπὸ τῶν γραμμάτων παραψυχὴν ἑαυτοῖς χαριζόμενοι. Οὐ γὰρ μικρὸν καὶ ἐπιστολὴ δύναιτ' ἂν, γνησίας ἀγάπης ἀνακεχρωσμένη, εἰς παράκλησιν τῶν τῷ σώματι κεχωρισμένων. Ἵν' οὖν ταύτης συνεχῶς ἀπολαύωμεν τῆς παραμυθίας, ὁσάκις ἂν ἐξῇ καὶ δυνατὸν ᾖ, γράφειν ἡμῖν τὰ περὶ τῆς ὑγείας τῆς σῆς μὴ κατόκνει. Καὶ γὰρ θησαυρὸν μέγιστον καὶ πλοῦτον ἄφατον ἀγαθῶν τὴν σὴν ἡγούμεθα ἡμῖν εἶναι φιλίαν. Κἂν συνεχῶς τοιούτων ἀπολαύωμεν ἀγαθῶν, ἤγουν τῶν γραμμάτων, οὐδὲ τῆς ἐνταῦθα ἐρημίας ληψόμεθα αἴσθησιν, ἀπὸ τῶν ἐπιστολῶν τῶν σῶν πολλὴν καρπούμενοι τὴν εὐφροσύνην.