Ancient Greek
Γεμέλλῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Γεμέλλῳ.-4
Not analysed yet
Ἔρημον μὲν οἰκοῦμεν χωρίον τὴν Κουκουσὸν, καὶ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημότατον. Πλὴν κἂν πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα ἀπενεχθῶμεν, ἐπιλαθέσθαι σου τῆς ἀγάπης οὐ δυνάμεθα· ἀλλὰ καὶ ἐν ἀλλοτρίᾳ καὶ ἐν ἐρημίᾳ διατρίβοντες, καὶ ἔτι λείψανα ἀῤῥωστίας περιφέροντες, καὶ φόβῳ λῃστῶν πολιορκούμενοι (οὐ γὰρ ἀφίστανται τὰς ὁδοὺς ἀποτειχίζοντες καὶ πάντα αἱμάτων πληροῦντες οἱ Ἰσαῦροι), διηνεκῶς σε ἐπὶ διανοίας περιφέρομεν, τὴν ἀνδρείαν σου, τὴν παῤῥησίαν, τὴν γλυκεῖαν καὶ γνησίαν διάθεσιν παρ' αὐτοῖς ἀναπλάττοντες, καὶ τούτων τῶν λογισμῶν ἐντρυφῶντες τῇ μνήμῃ. Γράφε δὲ αὐτὸς ἡμῖν συνεχῶς, δέσποτα θαυμασιώτατε, τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ πῶς σοι τὰ θερμὰ ἐχρήσατο, καὶ ἐν τίσιν ὁρμᾷ τὰ σὰ νῦν· ἵνα καὶ πόῤῥωθεν ὄντες, μηδὲν ἔλαττον ἔχωμεν τῶν ἀεί σοι συγγινομένων, εἰς τὸ σαφῶς εἰδέναι τὰ σά. Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον περὶ τῆς ῥώσεως τῆς σῆς μανθάνειν, διὰ τὸ σφόδρα σου ἐρᾷν, καὶ συνδεδέσθαι μετὰ ἀκριβείας τῇ μεγαλοπρεπείᾳ τῇ σῇ.