Ancient Greek · ~6 min
Παιανίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Παιανίῳ.-2
Not analysed yet
Σφόδρα με ἀνεπτέρωσας, καὶ σκιρτᾷν ἐποίησας, ὅτι, τὰ λυπηρὰ ἀπαγγείλας, ἐπέθηκας τὸ ῥῆμα, ὃ πᾶσι τοῖς συμβαίνουσιν ἐπιλέγειν χρὴ, εἰπών· Δόξα δὴ τῷ Θεῷ πάντων ἕνεκα. Τοῦτο τὸ ῥῆμα καιρία τῷ διαβόλῳ πληγή· τοῦτο μεγίστη τῷ λέγοντι ἐν παντὶ κινδύνῳ ἀσφαλείας καὶ ἡδονῆς ὑπόθεσις. Ἅμα τε γάρ τις ἐφθέγξατο τοῦτο, καὶ σκεδάννυται εὐθέως τῆς ἀθυμίας τὸ νέφος. Μὴ δὴ παύσῃ τοῦτό τε λέγων, καὶ τοὺς ἅλλους παιδεύων. Οὕτω καὶ ὁ χειμὼν ὁ καταλαβὼν, κἂν τραχύτερος γένηται, εἰς γαλήνην μεταστήσεται· οὕτω καὶ οἱ χειμαζόμενοι πλείονα καρπώσονται τὴν ἀμοιβὴν μετὰ τοῦ καὶ τῶν δεινῶν ἀπαλλαγῆναι. Τοῦτο τὸν Ἰὼβ ἐστεφάνωσε, τοῦτο τὸ ῥῆμα τὸν διάβολον ἐτρέψατο, καὶ ἐγκαλυψάμενον ἀναχωρῆσαι πεποίηκεν, τοῦτο θορύβου παντὸς ἀναίρεσις. Μένε δὴ τοῦτο ἐπᾴδων τοῖς γινομένοις ἅπασι. Τοῦ τόπου δὲ ἕνεκεν, μηκέτι λοιπὸν μηδεὶς ἐνοχλείτω. Εἰ γὰρ καὶ ἔρημον τὸ χωρίον ἡ Κουκουσὸς, ἀλλ' ὅμως καὶ ἡσυχίας ἀπολαύομεν ἐνταῦθα, καὶ οὐ τὸ τυχὸν ἐκ τῆς ἀσθενείας τῆς κατὰ τὴν ὁδὸν γενομένης ἡμῖν, διὰ τῆς οἴκοι καθέδρας τῆς διηνεκοῦς, διορθῶσαι ἰσχύσαμεν. Ἂν δὲ μέλλητε πάλιν ἡμᾶς ἀναγκάζειν τόπους ἐκ τόπων ἀμείβειν, τὰ ἔσχατα πεισόμεθα, καὶ μάλιστα τοῦ χειμῶνος ἐπὶ θύραις ὄντος. Μηδενὶ τοίνυν φορτικὸς μηδεὶς, μηδὲ ἐπαχθὴς γενέσθω ταύτης ἕνεκεν τῆς ὑποθέσεως. Ἀλλὰ γράφε ἡμῖν συνεχῶς τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ τῆς διατριβῆς τῆς αὐτόθι, καὶ τῆς εὐδοκιμήσεως, καὶ τῆς εὐθυμίας. Οὐ γὰρ τὴν τυχοῦσαν, καὶ ἐν ἐρημίᾳ τοιαύτῃ διατρίβοντες, καρπωσόμεθα παράκλησιν, τοιαῦτα παρὰ τῆς σῆς τιμιότητος δεχόμενοι γράμματα.