Ancient Greek
Διογένει.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Διογένει.-2
Not analysed yet
Πολλοῦ ἂν ἐπριάμην ἰδεῖν σου τὴν ἐμμέλειαν, δέσποτά μου θαυμασιώτατε, καὶ τοῦτο οἶσθα καὶ πρὸ τῶν γραμμάτων αὐτὸς, ἐπειδὴ καὶ τὸ φίλτρον οἶσθα σαφῶς, ὃ περὶ τὴν σὴν ἔχομεν θαυμασιότητα. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι (καὶ γὰρ τῆς ὁδοῦ πολὺ τὸ μέσον, καὶ οὐδὲ κύριοι κινεῖσθαι, ὅπουπερ ἂν ἐθέλωμεν, ἐσμὲν, καὶ τῶν Ἰσαυρικῶν ἐφόδων καθ' ἑκάστην ἡμέραν ὁ φόβος ἀκμάζει), παρακαλῶ σου τὴν εὐγένειαν, ὅπερ μέγιστον ἡμῖν εἰς παραμυθίαν ἐστὶ καὶ τῆς ἐρημίας τῆς ἐνταῦθα, καὶ τῆς ταλαιπωρίας, καὶ τῆς ἄλλης πάσης θλίψεως, τὸ συνεχῶς γράμματα δέχεσθαι, εὐαγγελιζόμενα τὴν ὑγείαν τὴν σὴν, καὶ τοῦ οἴκου σου παντὸς, τοῦτο χαρίζεσθαι ἡμῖν συνεχέστερον κατὰ τὸ ἐγχωροῦν. Οὐδὲ γὰρ τοῦτο ῥᾴδιον μετὰ πολλῆς ἡμᾶς ἔχειν τῆς δαψιλείας, διὰ τὸ μηδένα ταχέως ἐκεῖθεν ἐνταῦθα ἀφικνεῖσθαι. Ἀλλ' ὅμως, εἰ καὶ ἐργῶδες ὅπερ ᾐτήσαμεν, ἀλλ' ὡς ἂν οἷόν τε ᾖ σπουδὴν ποιήσασθαι παρακλήθητι, καὶ συνεχῶς πέμπειν ἐπιστολὰς ἀπαγγελλούσας ἡμῖν τὰ περὶ τῆς ῥώσεως τῆς σῆς. Ἵνα δὲ καὶ τὰ ἡμέτερα εἰδέναι ἕχῃς, ἀπραγμοσύνης ἀπολαύομεν, ἡσυχίας πολλῆς, λευκῆς τῆς γαλήνης, ὑγείας συμμέτρου, τούτῳ θορυβούμενοι μόνον, τῷ κεχωρίσθαι ὑμῶν τῶν ἀγαπώντων ἡμᾶς. Ἀλλ' ἱκανὴ ἡ σύνεσίς σου καὶ τοῦτον παραμυθήσασθαι τὸν πόνον, ὃν εἶπον. Δίδου δὴ ταύτην ἡμῖν τὴν χάριν, ὥστε καὶ ἐκ τοσούτου ἡμᾶς καθημένους διαστήματος δύνασθαι ἐντρυφᾷν καὶ ταύτης τῆς γλυκείας σου καὶ θερμῆς καὶ γνησίας ἀγάπης.