Ancient Greek
Θεοδότῳ διακόνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Θεοδότῳ διακόνῳ.-4
Not analysed yet
Οὐδὲ αὐτὸς ἀγνοῶ, ὅτι πάλαι μεθ' ἡμῶν ἔμελλες εἶναι, εἰ μὴ τῶν Ἰσαύρων ὁ φόβος διετείχιζεν. Ὁ γὰρ ἐν κρυμῷ πάντα πηγνύντι, καὶ χιόνι τοσαύτῃ δραμεῖν ἐνταῦθα ἀνασχόμενος, πολλῷ μᾶλλον τοῦ ἤρους φανέντος, καὶ πολλῆς τῆς κατὰ τὸν ἀέρα γαλήνης οὔσης, οὐκ ἂν ἠνέσχου μένειν αὐτόθι. Οἶδα γὰρ τὸ γλυκὺ, καὶ προσηνὲς, καὶ θερμόν σου τῆς διαθέσεως, τὸ εἰλικρινὲς, τὴν πολλῆς γέμουσαν ἐλευθερίας ψυχήν. Διὸ καὶ αὐτὸς οὐχ ὡς ἔτυχεν ἀθυμῶ, ὅτι ἐν τῇ οὕτως ἡμερωτάτῃ τοῦ ἔτους ὥρᾳ, χειμῶνα οὐ τὸν τυχόντα ἡμῖν ἐπάγεις ἀθυμίας, τοσοῦτον ἡμῶν χωριζόμενος χρόνον. Καὶ ταῦτα λέγω οὐχ ἕλκων σε ἐνταῦθα κἂν μυριάκις αὐτὸς θέλῃς (πολλῶν γὰρ ἅπαντα πολέμων ἐμπέπλησται, καὶ τοῦτο εἴσῃ διὰ τῶν ἐντεῦθεν ἐκεῖσε ἀφικνουμένων), ἀλλ' ἵνα μάθῃς ὅτι οὐδὲ ἡμεῖς, καίτοι γε ἡσυχίας καὶ ἀπραγμοσύνης πολλῆς ἀπολαύοντες, ἀλύπως δυνάμεθα εἶναι ἐνταῦθα τῆς σῆς κεχωρισμένοι τιμιότητος, καὶ τοῦτο μαθὼν συνεχῶς ἡμῖν ἐπιστέλλῃς, μὴ μόνον διὰ τῶν παρ' ἡμῶν ἐκεῖσε ἐρχομένων, ἀλλὰ καὶ διὰ τῶν ἐκεῖθεν ἁπτομένων τῆς ὁδοῦ καὶ τῆς ἐνταῦθα ἀφίξεως. Πολλὴν δέ σοι χάριν ἴσμεν, δέσποτά μου τιμιώτατε, καὶ τῆς φροντίδος, καὶ τῆς μερίμνης, ἣν ἔχεις ὑπὲρ τῶν ἐνταῦθα θορύβων. Καὶ γὰρ καθ' ἑκάστην ἡμέραν ἐπιτείνεται τὰ τῆς πολιορκίας τῆς ἐνταῦθα, καὶ ὡς ἐν παγίδι, τῷ φρουρίῳ τούτῳ καθήμεθα. Ἤδη γοῦν καὶ μέσων νυκτῶν παρ' ἐλπίδα πᾶσαν καὶ προσδοκίαν, στῖφος Ἰσαύρων τριακοσίων τὴν πόλιν κατέδραμον, καὶ μικροῦ ἂν καὶ ἡμᾶς εἷλον. Ἀλλ' ἡ τοῦ Θεοῦ χεὶρ ταχέως αὐτοὺς καὶ μὴ αἰσθομένων ἡμῶν ἀπέστρεψεν, ὡς μὴ μόνον τῶν κινδύνων, ἀλλὰ καὶ τοῦ φόβου ἐκτὸς γενέσθαι, καὶ ἡμέρας γενομένης, τότε μαθεῖν τὰ συμβάντα. Διὰ ταῦτα χαῖρε καὶ εὐφραίνου, καὶ μὴ παύσῃ τὸν Θεὸν παρακαλῶν, ὥστε ἐν ἀσφαλείᾳ ἡμᾶς καταστῆσαι πάσῃ, καὶ ἀπαλλάξαι καὶ τῆς ἐπικειμένης ἡμῖν ἀῤῥωστίας. Εἰ γὰρ καὶ τοῦ σφαλερῶς ἔχειν ἠλευθερώμεθα, ἀλλ' ὅμως μένει ἔτι λείψανα τῆς ἀῤῥωστίας ἡμῖν, συνεχῶς τῆς ἀῤῥωστίας ἀναμιμνήσκοντα. Ταῦτα δὲ ἐπεστάλκαμεν, οὐχ ἵνα λυπήσωμεν, ἀλλ' ἵνα σε σπουδαιότερον πρὸς τὰς ὑπὲρ ἡμῶν διεγείρωμεν εὐχάς. Τὸν κύριόν μου τὸν τιμιώτατον τὸν ἀναγνώστην Θεόδοτον παρακατατίθεμαί σου τῇ εὐλαβείᾳ, ὥστε κατὰ τὸ δυνατὸν ἐν ἅπασιν αὐτῷ γενέσθαι λιμένα. Πολλὰ γάρ ἐστιν, ὡς ἔγνωμεν, αὐτὸν τὰ λυποῦντα.