Ancient Greek
Διογένει.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Διογένει.-3
Not analysed yet
Ἔρημον μὲν ἡ Κουκουσὸς χωρίον, καὶ ἄλλως εἰς οἴκησιν σφαλερὸν, διηνεκεῖ φόβῳ τῶν λῃστῶν πολιορκούμενον· σὺ δὲ αὐτὴν καὶ ἀπὼν παράδεισον εἶναι πεποίηκας. Ὅταν γάρ σου τὸν ζῆλον ἀκούσωμεν τὸν πολὺν, τὴν ἀγάπην τὴν περὶ ἡμᾶς, τὴν γνησίαν καὶ θερμὴν (οὐδὲν γὰρ ἡμᾶς λανθάνει καὶ ἐκ τοσούτου καθημένους διαστήματος), ὡς θησαυρὸν μέγιστον ἔχοντες, καὶ πλοῦτον ἄφατον, τὴν διάθεσίν σου τῆς ἐμμελείας, καὶ ἐν ἀσφαλεστάτῃ πόλει διατρίβειν ἡγούμεθα, ὑπὸ τῆς τοσαύτης εὐφροσύνης πτερούμενοι, καὶ μεγίστην παράκλησιν ἐντεῦθεν καρπούμενοι. Ἵν' οὖν καὶ ἑτέρα προσθήκη γένηται ἡμῖν ἡδονῆς, παρακαλῶ, καὶ γράμματα ἡμῖν χαρίζου, τὰ περὶ τῆς ὑγιείας δηλοῦντα τῆς σῆς. Εἰ γὰρ καὶ ἐργῶδες τοῦτο, διὰ τὸ τῆς ὁδοῦ μῆκος, καὶ τὸ σφόδρα ἀπῳκίσθαι τῆς δημοσίας τουτὶ τὸ χωρίον ὁδοῦ, ἀλλὰ τῷ οὕτως φιλοῦντι, ὡς αὐτὸς οἶσθα φιλεῖν, καὶ τὰ δύσκολα εὔκολα γίνονται. Ἐννοήσας τοίνυν ἡλίκην ἡμῖν χαριῇ χάριν τῇ πυκνότητι τῶν τοιούτων γραμμάτων, πάρεχε καὶ ταύτην ἡμῖν τὴν εὐφροσύνην· καὶ γὰρ σφόδρα ἀλγοῦμεν, ὅτι δεύτερον ἐπεσταλκότες ἤδη, οὐδὲ ἅπαξ ἐδεξάμεθα γράμματα τῆς σῆς ἐμμελείας.