Ancient Greek
Νικολάῳ πρεσβυτέρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Νικολάῳ πρεσβυτέρῳ.-3
Not analysed yet
Ἐβουλόμην καὶ αὐτὸς, καὶ σφόδρα ἐπεθύμουν ἰδεῖν σου τὴν ἐμμέλειαν, καὶ περιπτύξασθαι· καὶ τοῦτο οἶσθα καὶ πρὸ τῶν ἡμετέρων γραμμάτων. Φιλεῖν γὰρ εἰδὼς γνησίως καὶ τοὺς γνησίως φιλοῦντας διαγινώσκειν ἐπίστασαι. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι, ὅπερ ἔνι ποιῶ, τέως γράφω, προσαγορεύω, γράμματα ἀπαιτῶ, τὰ περὶ τῆς ὑγείας τῆς σῆς ὑμῖν πυκνότερον δηλοῦντα. Χαρίζου δὴ ταύτην ἡμῖν τὴν χάριν. Εἰ γὰρ καὶ μὴ δεῖ σοι παρακλήσεως εἰς τοῦτο, οὐ παυσόμεθά σε ἀναμιμνήσκοντες ὑπὲρ τούτου. Οὐ γὰρ μικρὰ παράκλησις ἡμῖν καὶ παραμυθία καὶ τῆς ἐρημίας καὶ τῶν φόβων τῶν καθημερινῶν, τῶν ἀπὸ τῆς ἐφόδου γινομένων τῆς λῃστρικῆς, καὶ τῆς τοῦ σώματος ἀῤῥωστίας, καὶ τῶν ἄλλων περιστάσεων, τὸ μανθάνειν περὶ τῶν ἀγαπώντων ἡμᾶς ὑμῶν, ὅτι τε ἔῤῥωσθε, καὶ ὑγιαίνετε, καὶ κατὰ ῥοῦν ὑμῖν ἅπαντα φέρεται, κἂν μυρίους ἡμῖν λέγῃς χειμῶνας. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἔνι τὸν γενναῖον, καὶ ἐγρηγορότα, καὶ νήφοντα καὶ ἐν ταραττομένῳ πραγμάτων πελάγει ἐξουρίας πλεῖν, ὥσπερ καὶ τὸν χαῦνον καὶ ἀναπεπτωκότα καὶ κείμενον ὕπτιον, καὶ ἐν γαλήνῃ διαταράττεσθαι καὶ θορυβεῖσθαι.