Ancient Greek · ~3 min
Εὐθαλίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Εὐθαλίᾳ.-2
Not analysed yet
Σφόδρα γνησίας καὶ θερμῆς ἀγάπης ἀνακέχρωσταί σου τὰ γράμματα, εἰλικρινοῦς καὶ ἀδόλου διαθέσεως. Διὰ ταῦτά σοι πολλὰς χάριτας ὁμολογοῦμεν, καὶ ὅτι γράφεις, καὶ ὅτι τῆς γνησίας σου φιλίας τῆς περὶ ἡμᾶς μέγιστον δεῖγμα ἐκφέρεις. Ὁ Θεός σοι τὸν μισθὸν δῴη τῆς τοιαύτης διαθέσεως καὶ ἐνταῦθα, καὶ ἐν τῷ μέλλοντι αἰῶνι, καὶ τειχίσειέ σε, καὶ φρουρήσειε, καὶ ἐν πάσῃ καταστήσειεν ἀσφαλείᾳ, καὶ εὐθυμίᾳ. Οἶσθα γὰρ αὐτὴ, κυρία μου τιμιωτάτη, ὡς οὐ μικρὰν ἡμῖν εὐφροσύνην φέρει, καὶ ταῦτα ἐν ἐρημίᾳ καθημένοις, τὸ συνεχῶς ἀκούειν κατὰ νοῦν σοι τὰ πράγματα φέρεσθαι. Ταῦτα δὴ δήλου συνεχῶς ἡμῖν, καὶ μὴ διαλείπῃς περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζομένη, ἵνα καὶ ἐν ἐρημίᾳ καθήμενοι πολλὴν ἐντεῦθεν καρπωσώμεθα τὴν παράκλησιν.