Ancient Greek
Ἀρτεμιδώρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀρτεμιδώρῳ.
Not analysed yet
Πολλῆς ἐνόμισεν ἀπολαύσεσθαι εὐνοίας ὁ κύριός μου Ἀντίοχος, εἰ μετὰ γραμμάτων ἡμετέρων φανείη τῇ ἐμμελείᾳ τῇ σῇ. Δεῖξον τοίνυν, δέσποτά μου τιμιώτατε, ὡς οὐ τηνάλλως ταῦτα ἐνόμισε, καὶ δεξάμενος αὐτὸν μετὰ τῆς σοι προσηκούσης εὐνοίας, ἄν τι δίκαιον νομίζῃ, καὶ λόγον ἔχον, ἕτοιμον σεαυτὸν αὐτῷ παρασχεῖν παρακλήθητι, καὶ δεῖξον διὰ τῶν ἔργων αὐτῷ ὡς οὐ μάτην οὐδὲ εἰκῆ ταύτην ἦλθε φέρων παρ' ἡμῶν τὴν ἐπιστολὴν, ἀλλὰ γέγονέ τι πλέον αὐτῷ εἰς εὐνοίας καὶ συμμαχίας δικαίας λόγον ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων. Οὕτω γὰρ ἀπολαύσεται μὲν τῆς εὐεργεσίας οὗτος, καρπώσομαι δὲ ἐγὼ τιμὴν δι' ὧν καὶ οὗτος τῆς εὐεργεσίας ἀπήλαυσε.