Ancient Greek
Θεοδότῳ διακόνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Θεοδότῳ διακόνῳ.-3
Not analysed yet
Αὐτὸς μὲν, κύριέ μου τιμιώτατε καὶ εὐλαβέστατε, τῶν γοῦν ἐν Ἀρμενίᾳ ἀπηλλάγης κακῶν, ἡμᾶς δὲ μετὰ τῶν ἐνταῦθα θορύβων, μᾶλλον δὲ τῶν θανάτων τῶν καθημερινῶν, οὐχ ὡς ἔτυχε λυπεῖ καὶ τὸ τῆς σῆς κεχωρίσθαι γλυκύτητος, καὶ τῆς γνησίας καὶ εἰλικρινοῦς διαθέσεως. Γέγονε δὲ καὶ ἑτέρα λύπης ταύτης προσθήκη, ἡ μακρά σου τῆς ἐμμελείας σιγή. Ἐξ οὗ γὰρ ἐντεῦθεν ἀπῆρας, δευτέραν ταύτην ἐδεξάμεθα μόνην ἐπιστολήν· καὶ ταῦτα οὐκ ἐγκαλῶν λέγω, ἀλλ' ἀλγῶν. Ὅτι μὲν γὰρ ἄβατος ὁδοιπόροις ἡ ἐνταῦθα φέρουσα ὁδὸς, οὐδεὶς ἀγνοεῖ· ἀλλὰ τοῦτο μὲν εἰς ἀπολογίαν σὴν ἀποχρῶν ἂν εἴη, εἰς δὲ ἡμετέραν παραμυθίαν οὐδαμῶς· ἀλλὰ καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἀλγοῦμεν, ὅτι καὶ τὴν λειπομένην ἡμῖν παραψυχὴν τῆς ἀποδημίας τῆς σῆς καὶ ταύτην ἀφῃρήμεθα. Ἐπεὶ οὖν τοῦτο λυθῆναι τέως οὐκ ἔνι τὸ ἄπορον, ἀλλ' ἐπιτείνεται καθ' ἑκάστην ἡμέραν τὰ δεινὰ, ἑτέρῳ τρόπῳ τὴν ἐκ τῆς μακρᾶς σιγῆς ἀθυμίαν ἐγγινομένην ἡμῖν παραμυθήσασθαι παρακλήθητι, μεμνημένος τε ἡμῶν διηνεκῶς, καὶ ἡνίκα ἂν γράφῃς, μακροτέρας ποιῶν τὰς ἐπιστολὰς, καὶ τοῖς περὶ τῆς σῆς ὑγείας τε καὶ εὐθυμίας καὶ ἀσφαλείας ἐνδιατρίβων διηγήμασιν. Οὕτω γὰρ δυνήσῃ τὸ λεῖπον ἡμῖν ἐκ τοῦ χρόνου, ἐκ τοῦ μήκους παραμυθήσασθαι τῶν ἐπιστολῶν.