Ancient Greek · ~6 min
Κάστῳ, Οὐαλερίῳ, Διοφάντῳ, Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Κάστῳ, Οὐαλερίῳ, Διοφάντῳ, Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας.
Not analysed yet
Τῇ γλώττῃ μὲν ὀλιγάκις ὑμῶν ἐπέστειλα τῇ εὐλαβείᾳ, τῇ γνώμῃ δὲ συνεχέστερον καὶ πυκνότερον. Μὴ δὴ τοσαύτας εἶναι νομίζετε ἡμῶν τὰς ἐπιστολὰς, ὅσας ὑπεδέξασθε διὰ χάρτου καὶ μέλανος, ἀλλ' ὅσας ἐπεθυμοῦμεν ὑμῖν διαπέμψασθαι. Εἰ γὰρ οὕτω βουληθείητε δικάσαι, νιφάδες γραμμάτων παρ' ἡμῶν πρὸς ὑμᾶς ἐπέμφθησαν. Εἰ δὲ οὐδεὶς ὁ διακομίζων, οὐ τῆς ἡμετέρας ὀλιγωρίας, ἀλλὰ τῆς τῶν πραγμάτων δυσκολίας ἡ σιγὴ γίνεται. Ταῦτα δὲ εἶπον, ἵνα καὶ γραφόντων ἡμῶν, καὶ σιγώντων, τὴν αὐτὴν περὶ τῆς ἡμετέρας ἀγάπης τῆς περὶ ὑμᾶς φέρητε ψῆφον. Ἡμεῖς γὰρ ὅπουπερ ἂν ὦμεν, ἐγκολάψαντες ἡμῶν τῇ διανοίᾳ τὴν μνήμην τὴν ὑμετέραν πανταχοῦ περιφέρομεν. Καὶ νῦν δὲ χάριν ὑμῖν ἴσμεν πολλὴν, ὅτι τὸν καλὸν μοναχὸν καὶ μετὰ τῆς πρεπούσης ὑμῖν εὐνοίας ὑπεδέξασθε, καὶ τοὺς βουλομένους ἀκαίρως πρὸς αὐτὸν φιλονεικεῖν ἡμερωτέρους πεποιήκατε. Οὐκ ἄρα μάτην ἔλεγον, οὐδὲ κολακεύων ὑμᾶς, ὅτι κἂν μυρία πανταχόθεν ἐγείρηται κύματα, ἐν γαλήνῃ τὰ ὑμέτερα. Οἱ γὰρ οὕτω ῥᾳδίως ἑτέροις ναυάγια διαλύοντες, εὔδηλον ὅτι πόῤῥω τῶν κλυδωνίων ἑστήκατε. Γράφετε δὴ συνεχῶς ἡμῖν τὰ περὶ τῆς ὑγιείας τῆς ὑμετέρας. Ἴστε γὰρ ὅπως ἡμῖν περισπούδαστον τοῦτο μανθάνειν. Τοσαύτην γὰρ ἔχει τὴν ἰσχὺν τὰ γράμματα ὑμῶν, τὰ τὴν ῥῶσιν ὑμῶν ἡμῖν ἀπαγγέλλοντα, ὅτι καὶ τοσούτοις περιεστοιχισμένοι δεινοῖς, πολέμοις, θορύβοις, ταραχαῖς, θανάτοις καθημερινοῖς, ἡνίκα ἂν τοσαύτας ὑμῶν δεξώμεθα ἐπιστολὰς, καὶ ἀναπτερούμεθα ὑπὸ τῆς ἡδονῆς, καὶ μεγίστην ἐντεῦθεν καρπούμεθα τὴν παραμυθίαν. Τοιοῦτον γὰρ τὸ φιλεῖν γνησίως, ὡς καὶ διὰ γραμμάτων δύνασθαι τῶν τὰ τοιαῦτα εὐαγγέλια ἐχόντων τοὺς τῷ σώματι κεχωρισμένους ἀνακτᾶσθαι ῥᾳδίως.