Ancient Greek · ~4 min
Θεοδότῳ ἀπὸ Κονσουλαρίων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Θεοδότῳ ἀπὸ Κονσουλαρίων.
Not analysed yet
Πολλά σοι τὰ ἀγαθὰ γένοιτο, ὅτι τὸν υἱὸν μετὰ τοσαύτης ὑπεδέξω τιμῆς. Τοῦτο γὰρ αὐτὸς ἡμῖν ἐδήλωσε, καὶ οὐκ ἔκρυψεν, ὁμοῦ τε τὴν περὶ τὸν πατέρα εὐγνωμοσύνην ἐπιδεικνύμενος, καὶ ἡμᾶς πολλῆς ἐμπλῆσαι βουλόμενος ἡδονῆς. Ἐπεὶ καὶ ἡμετέραν διπλῆν ἡγούμεθα εἶναι τὴν τιμὴν, τῷ τε ἡμᾶς αὐτοὺς εὖ πεπονθέναι νομίζειν, ἅπερ ἂν ἐκεῖνος εὖ πάθῃ, τῷ τε καὶ ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων πολλὴν αὐτῷ γενέσθαι τὴν προσθήκην ταυτησὶ τῆς εὐνοίας. Μένε δὴ, δέσποτά μου αἰδεσιμώτατε καὶ εὐγενέστατε, θεραπεύων τὸ καλὸν τοῦτο φυτόν. Τίς δὲ ἔσται τῆς θεραπείας ὁ τρόπος; Ἢν τὸν ἔρωτα τῆς καλλίστης ταύτης φιλοσοφίας, ἣν μέτεισι νῦν, τρέφῃς ἐν αὐτῷ διηνεκῶς, καὶ ἀκμάζειν παρασκευάζῃς· οὕτω γὰρ καὶ ταχεῖς ἡμῖν οἴσει τοὺς καρπούς. Αἱ γὰρ γενναῖαι ψυχαὶ οὐ μιμοῦνται τὴν βραδυτῆτα τουτωνὶ τῶν φυτῶν, τῶν τοῖς κόλποις τῆς γῆς παρακατατιθεμένων, ἀλλ' ὁμοῦ τε φυτεύονται ἐν τῇ καλλίστῃ τῆς ἀρετῆς ταύτης ἐπιθυμίᾳ, καὶ πρὸς αὐτὸν ἀνατείνονται τὸν οὐρανὸν, καὶ τοσαύτην ἐπιδείκνυνται τῶν καρπῶν τὴν φορὰν, ὡς ἅπαντα ἀποκρύπτειν πλοῦτον καὶ τῇ δαψιλείᾳ καὶ τῇ φύσει. Οὐ γὰρ τῷ παρόντι συγκαταλύονται βίῳ, ἀλλὰ πρὸς τὴν μέλλουσαν ἡμῖν συναποδημοῦσι ζωήν.