Ancient Greek · ~6 min
Ἐλπιδίῳ ἐπισκόπῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἐλπιδίῳ ἐπισκόπῳ.-5
Not analysed yet
Γλώττῃ μὲν ὀλιγάκις, γνώμῃ δὲ πολλάκις ἐπεστάλκαμέν σου τῇ θεοσεβείᾳ καὶ καθ' ἑκάστην συγγινόμεθα τὴν ἡμέραν, καὶ ταύτης οὐκ ἰσχύει τῆς συνουσίας ἡμᾶς ἀποστερῆσαι οὐ χρόνου πλῆθος, οὐχ ὁδοῦ μῆκος, οὐ πραγμάτων περίστασις. Τοιαύτη γὰρ τῆς ἀγάπης ἡ φύσις· οὐδενὶ τούτων εἴκει, οὐδὲ παραχωρεῖ, ἀλλ' ἕστηκε πάντων ὑψηλοτέρα γινομένη. Μὴ τοίνυν τῷ τῶν ἐπιστολῶν ἀριθμῷ, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, μέτρει τὸ φίλτρον, ὃ περὶ τὴν σὴν ἔχομεν ἐμμέλειαν, ἀλλ' εἰδὼς ἡμῶν τὴν γνώμην καὶ τὴν διάθεσιν, ἣν ἀεὶ περὶ τὴν εὐλάβειαν ἐπεδειξάμεθα τὴν σὴν, μηδὲν ἀπὸ τῆς μακρᾶς ταύτης σιγῆς ὑπόπτευε. Ἐπεὶ καὶ ἡμεῖς ὀλιγάκις δεξάμενοι γράμματα παρὰ τῆς σῆς διαθέσεως, οὐδὲ ἐντεῦθεν ῥᾳθυμότερόν σε περὶ ἡμᾶς γεγενῆσθαι νομίζομεν, ἀλλ' ἴσμεν σαφῶς καὶ πεπιστεύκαμεν, ὅτι μένεις ἀνθοῦσαν διατηρῶν τὴν περὶ ἡμᾶς διάθεσιν, οὐ μόνον οὐκ ἀναπίπτων ἐκ τῆς συνεχείας τῶν ἐπαγομένων δεινῶν, ἀλλὰ καὶ σφοδρότερος γινόμενος περὶ ἡμᾶς· καὶ τούτου σοι χάριν ἴσμεν πολλήν. Ἐπειδὴ δὲ εὖ οἶδ' ὅτι καὶ τὰ ἡμέτερα βούλει μανθάνειν, ὑγείας ἀπολαύομεν καὶ ἀπραγμοσύνης πολλῆς, καὶ ἡσυχίας, καὶ ἐν ἀσφαλείᾳ διάγομεν, τῶν Ἰσαυρικῶν τέως ἀπηλλαγμένοι θορύβων. Τὸν γὰρ χειμῶνα λοιπὸν τῆς Ἀρμενίας φέρειν ἐμελέτησα, βλαπτόμενος μὲν ἠρέμα βλάβην, ὅσην εἰκὸς οὕτως ἀσθενεῖ σώματι κεχρημένον· περιγενόμενος δὲ τῷ διηνεκῶς οἴκοι κατακεκλεῖσθαι, ὅταν ἀφόρητος ὁ κρυμὸς ᾖ, καὶ ὀλιγάκις τῶν προθύρων προκύπτειν. Ὡς τῶν γε ἄλλων ὡρῶν τοῦ ἔτους σφόδρα ἡδίστων ἀπολελαύκαμεν, ὡς δυνηθῆναι εὐκόλως καὶ τὴν ἐκ τοῦ χειμῶνος ἐγγινομένην ἡμῖν διορθώσασθαι ἀῤῥωστίαν.