Ancient Greek · ~5 min
Θεοδότῳ ἀπὸ κονσουλαρίων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Θεοδότῳ ἀπὸ κονσουλαρίων.
Not analysed yet
Τοῦτο πατὴρ, τὸ μὴ μόνον μὴ δυσχεραίνειν τοῦ παιδὸς τὴν ἀληθῆ φιλοσοφίαν φιλοσοφοῦντος, ἀλλὰ καὶ συνήδεσθαι, καὶ πάντα ποιεῖν, ὅπως εἰς ἄκρον αὐτῆς ἀφίκοιτο· καὶ μηδὲ τῷ πόῤῥωθεν εἶναι καὶ πατρίδος, καὶ οἰκίας, καὶ τῶν σῶν ὀφθαλμῶν, βαρύνεσθαι, ἀλλὰ νῦν μᾶλλον αὐτὸν ἡγεῖσθαι πλησίον ἔχειν, ὅτε αὐτῷ τὰ τῆς ἀρετῆς ἐπιδίδωσι. Διὰ ταῦτά σοι καὶ ἡμεῖς πολλὰς χάριτας ἴσμεν, καὶ τεθαυμάκαμεν πῶς τοιοῦτον ἡμῖν δῶρον δεδωκὼς, τὸν υἱὸν, ἐνόμισας δεῖν σοι καὶ ξενίων εἰς τιμὴν ἡμετέραν. Τὴν μὲν οὖν τιμὴν τὴν ἐκ τῶν πεμφθέντων ἐδρεψάμεθα, αὐτὰ δὲ ἀνταπεστάλκαμεν, οὐχ ὑπερορῶντές σου τῆς εὐγενείας (πῶς γὰρ τοῦ οὕτω σφοδρῶς ἡμῶν ἐρῶντος;) ,ἀλλ' ἡγούμενοι περιττὸν εἶναι τούτων τὴν ἀπόλαυσιν διώκειν, ὧν ἐν χρείᾳ οὐ καθεστήκαμεν. Τὸν μέντοι καλὸν Θεόδοτον τὸν ἀναγνώστην ἐβουλόμεθα μὲν παρ' ἑαυτοῖς κατέχειν καὶ πλάττειν, ἐπειδὴ δὲ πάντα τὰ ἐνταῦθα φόνων, ταραχῆς, αἱμάτων, ἐμπρησμῶν ἐμπέπλησται, τῶν Ἰσαύρων πάντα σιδήρῳ καὶ πυρὶ ἀναλισκόντων, καὶ τόπους ἐκ τόπων ἀμείβομεν, καθ' ἑκάστην μετανιστάμενοι τὴν ἡμέραν, ἀναγκαῖον εἶναι ἐνομίσαμεν ἐκπέμψαι αὐτὸν, πολλὰ παραγγείλαντες τῷ κυρίῳ μου τῷ εὐλαβεστάτῳ διακόνῳ Θεοδότῳ ἐπιμελεῖσθαι αὐτοῦ διηνεκῶς, καὶ πολλὴν αὐτοῦ ποιεῖσθαι πρόνοιαν. Τοῦτο δὲ καὶ αὐτὸς κατορθωθῆναι σπούδασον τῷ παιδὶ, καὶ πάντως ἡμῶν ἐπαινέσῃ τὴν συμβουλὴν, καὶ πολλὴν εἴσῃ τῆς παραινέσεως ταύτης τὴν χάριν ἡμῖν.