Ancient Greek · ~5 min
Κάστῳ, Οὐαλερίῳ, Διοφάντῃ, Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Κάστῳ, Οὐαλερίῳ, Διοφάντῃ, Κυριακῷ, πρεσβυτέροις Ἀντιοχείας.
Not analysed yet
Ὅτι μὲν ἡμᾶς ἀπέλιπεν ὁ κύριός μου ὁ τιμιώτατος καὶ εὐλαβέστατος πρεσβύτερος Κωνστάντιος, ἀλγῶ· ὅτι δὲ ὑμᾶς ἀπείληφε, χαίρω, καὶ μειζόνως χαίρω, ἢ ἐκεῖνο ἀλγῶ. Εὖ γὰρ οἶδ' ὅτι εἰς ἀκύμαντον ὁρμιεῖ λιμένα, τὴν ὑμετέραν ἀγάπην. Κἂν γὰρ μυρίαι πανταχόθεν περιεστήκωσι ταραχαὶ, καὶ πολλὰ ἐγείρηται τὰ κύματα, ἀλλὰ τοιαῦτα τὰ ὑμέτερα, ὡς καὶ ἐν χειμῶνι γαλήνης ἀπολαύειν λευκῆς, διὰ τὴν προσοῦσαν ὑμῖν ἀνδρείαν, καὶ τὴν ἀπερίτρεπτον ἀγάπην καὶ διάθεσιν. Ἰδόντες τοίνυν αὐτὸν ὡς ὑμῖν πρέπον ἐστὶ, πάντα αὐτῷ γενέσθαι παρακλήθητε. Ἴστε γὰρ ὅσος ὑμῖν κείσεται μισθὸς, εἰκῆ καὶ μάτην ἐπηρεαζόμενον ἀνέχειν σπουδάζουσιν. Οὐδὲ γὰρ ἡμεῖς ἄλλο τι ζητοῦμεν, ἀλλ' ὥστε μηδὲν αὐτὸν παρὰ τὸ δίκαιον ἐπηρεασθῆναι, καὶ μάτην ἄγεσθαι καὶ περιάγεσθαι, ἐν δικαστηρίοις σπαραττόμενον ὑπὲρ ὧν στεφανοῦσθαι αὐτὸν καὶ ἀνακηρύττεσθαι ἔδει. Καὶ ὑπὲρ μὲν τούτου ταῦτα αἰτοῦμεν· ὑπὲρ δὲ ἡμῶν αὐτῶν, ὥστε συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγιείας τῆς ὑμετέρας εὐαγγελίζεσθαι. Εἰ γὰρ καὶ πολλῷ διειργόμεθα τῷ μέσῳ τῆς ὁδοῦ, ἀλλ' ὅμως οὐ παυόμεθα διηνεκῶς ὑμᾶς ἐπὶ διανοίας φέροντες, καὶ πλησίον ὑμῶν ὄντες, καὶ καθ' ἑκάστην ὑμῖν συγγινόμενοι τὴν ἡμέραν. Τοιοῦτοι γὰρ οἱ τῆς ἀγάπης ὀφθαλμοὶ τῶν γνησίως εἰδότων φιλεῖν. Καὶ τοῦτο ἴστε καὶ αὐτοὶ σαφῶς, ἐπειδὴ καὶ φιλεῖν ἴστε γνησίως.