Ancient Greek
Θεοδώρῳ Κονσουλαρίῳ Συρίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Θεοδώρῳ Κονσουλαρίῳ Συρίας.
Not analysed yet
Αὐτὸς μὲν ἔφης σημεῖον ποιεῖσθαι μέγιστον τοῦ μέλειν ἡμῖν τῶν σῶν, εἰ δευτέρα μετὰ τὴν προτέραν ἐπιστολὴ ἔλθοι πρὸς τὴν σὴν λαμπρότητα παρ' ἡμῶν. Ἡμεῖς δὲ εἰ τῶν εἰς τοῦτο διακονησομένων ἡμῖν εὐποροῦμεν, νιφάδας ἂν ἐπέμψαμεν γραμμάτων πρὸς ἄνδρα οὕτω χρηστὸν, καὶ ἐπιεικῆ, καὶ σφοδρὸν ἡμῶν ἐραστὴν, καὶ μετὰ τοσαύτης ἐπιθυμίας δεχόμενον ἡμῶν τὰς ἐπιστολάς. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι, παρακαλοῦμέν σου τὴν λαμπρότητα, μὴ τῶν ἐπιστολῶν ἀριθμῷ μετρεῖν ἡμῶν τὴν ἀγάπην, ἀλλὰ καὶ σιγώντων καὶ γραφόντων, ἥνπερ καὶ ἔμπροσθεν εἶχες περὶ αὐτῆς ψῆφον, ταύτην ἀκίνητον διατηρεῖν, λογιζόμενον ὡς τὴν σιγὴν ἡμῖν μακροτέραν, οὐχ ἡ τοῦ τρόπου ῥᾳθυμία, ἀλλ' ἡ τοῦ τόπου κατασκευάζει ἐρημία.