Ancient Greek · ~5 min
Ἐλπιδίῳ ἐπισκόπῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἐλπιδίῳ ἐπισκόπῳ.-4
Not analysed yet
Οἶδα ὅτι ὀλιγάκις ἐπέσταλκα τῇ τιμιότητί σου, ἀλλ' οὐχ ἑκὼν, ἀλλ' ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης κατεχόμενος. Καὶ γὰρ ἡ τοῦ ἔτους ὥρα, καὶ ἡ τοῦ χωρίου ἐρημία ἐν ᾧ καθείργμεθα δεσμωτηρίου χαλεπώτερον, καὶ ἡ τῶν ἐνταῦθα παραγινομένων σπάνις, καὶ τὸ μηδὲ αὐτῶν τῶν ὀλίγων πάντων γνησίων ἐπιτυγχάνειν, ἔτι δὲ καὶ ἡ τοῦ σώματος ἀῤῥωστία σφόδρα ἡμᾶς κατεργασαμένη, καὶ πάντα τὸν χειμῶνα τῇ κλίνῃ προσηλώσασα, τὴν μακρὰν ταύτην σιγὴν ἐποίησεν, ἀλλ' οὐ τὴν ἀπὸ γνώμης, ἀλλὰ τὴν ἀπὸ γλώσσης. Μηδὲ νόμιζε τοσαύτας δέχεσθαι ἐπιστολὰς, ὅσας διεπεμψάμεθα, ἀλλὰ πολλῷ πλείους. Ἡγήσῃ δὲ τοῦτο, ἂν μὴ τὰς διὰ χάρτου καὶ μέλανος μόνον, ἀλλὰ καὶ τὰς ἀπὸ διαθέσεως ἀριθμῇς. Καὶ γὰρ τῇ διανοίᾳ συνεχῶς ἐπεστάλκαμεν, καὶ ἀεί σοι συγγινόμεθα, καὶ οὐδὲν οὐδὲ τῆς ὁδοῦ τὸ μῆκος, οὐ τοῦ χρόνου τὸ πλῆθος, οὔτε αἱ τῶν πραγμάτων περιστάσεις τὴν περὶ τὴν σὴν τιμιότητα διάθεσιν ἡμῖν ἀμαυροτέραν ἐποίησαν. Ἀλλὰ μένομεν ἀκμάζουσαν αὐτὴν διατηροῦντες, καὶ τὸν σφοδρὸν ἡμῶν καὶ θερμὸν ἐραστὴν, κἂν εἰς ἐρημότερον τούτου χωρίον ἀπέλθωμεν, πανταχοῦ περιφέροντες ἄπιμεν, ἐγκολάψαντες ἡμῶν τῇ διανοίᾳ. Τοιοῦτον γὰρ τὸ γνησίως φιλεῖν· οὐ χρόνῳ, οὐ τόπῳ, οὐχ ὁδοῦ μήκει, οὐ πραγμάτων περιστάσει ἐξίτηλον γίνεται. Καὶ τοῦτο οἶσθα καὶ αὐτὸς, ἐπειδὴ καὶ γνησίως οἶσθα φιλεῖν.