Ancient Greek · ~4 min
Θεοδώρῳ ἰατρῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Θεοδώρῳ ἰατρῷ.
Not analysed yet
Αὐτὸς μὲν εἰς τὴν τῶν πραγμάτων ἀσχολίαν καταφεύγεις, καὶ ἀπολογίαν ἐντεῦθεν ὑφαίνεις τοῦ μὴ παραγενέσθαι· ἐγὼ δὲ οἶμαι οὐδὲν τούτων σε δεῖσθαι τῶν λόγων. Καὶ γὰρ παραγέγονας, καὶ τῶν ἀφικομένων πρὸς ἡμᾶς οὐδὲν ἔλαττον ἔχεις κατὰ τὸν τῆς ἀγάπης λόγον· ἀπὸ γὰρ τῆς γνώμης σε ἀνακηρύττοντες ὁμοίως ἐκείνοις, εἰς τοὺς πρώτους σε τῶν φίλων γράφομεν, καί σοι χάριτας ἴσμεν, ὅτι ὀλίγα συγγενόμενος ἡμῖν, τάχα δὲ οὐδ' ὀλίγα, τῶν πολὺν ἡμῖν συντραφέντων χρόνον οὐκ ἐλάττονα περὶ ἡμᾶς ἐπιδείκνυσαι ἔρωτα. Διὰ ταῦτά σοι χάριτας ἴσμεν πολλὰς, καί σε παρακαλοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν. Ἐπιθυμοῦμεν γὰρ αὐτὸν παρόντα σε θεάσασθαι· ἀλλ' ἵνα μὴ πολλοὺς ἀδικήσωμεν τοὺς καὶ τῶν χειρῶν τῶν σῶν καὶ τῆς γλώττης δεομένους τῆς σῆς, καὶ τοσοῦτον αὐτοῖς προσχώσωμεν λιμένα, οὐ τολμῶμεν ἐνταῦθά σε ἑλκύσαι. Ἀλλ' ἡνίκα ἂν ἐξῇ, παρακαλοῦμεν συνεχῶς ἡμῖν ἐπιστέλλειν καὶ τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελίζεσθαι. Οὕτω γὰρ καὶ πόῤῥωθεν ὄντες πολλὴν καρπωσόμεθα τὴν παράκλησιν, ἂν τοιαύτας δεχώμεθα παρὰ τῆς σῆς ἐμμελείας ἐπιστολάς.