Ancient Greek · ~3 min
Σευήρᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Σευήρᾳ.
Not analysed yet
Ἐγὼ μέν σου τὴν εὐγένειαν εἶδον οὐδέποτε σωματικοῖς ὀφθαλμοῖς, τοῖς δὲ τῆς ἀγάπης πάντων μάλιστα ἐθεασάμην· ἐπειδήπερ, κἂν πολὺ τὸ μέσον ᾖ τῶν διαστημάτων, ταύτην οὐδέποτε διείργει τὴν θεωρίαν. Ὁ γὰρ κύριός μου ὁ ποθεινότατος Λιβάνιος ὑπογράφων ἡμῖν τὸν ζῆλον τῆς σῆς εὐγενείας, τὸν ὑπὲρ τῆς ὀρθῆς πίστεως, καὶ τὴν σπουδὴν, σφόδρα ἡμᾶς ἀνεπτέρωσε. Διὸ καὶ μηδέποτέ σε ἑωρακότες, ἐπεπηδήσαμεν πρῶτοι τοῖς πρὸς τὴν σὴν εὐλάβειαν γράμμασι, παρακαλοῦντες καὶ αὐτὴν ἡμῖν ἐπιστέλλειν ἡνίκα ἂν ἐξῇ. Εἰ γὰρ ἔλθοι παρὰ τῆς σῆς ἐμμελείας ἐπιστολὴ ἀπαγγέλλουσα ἡμῖν τὰ περὶ τῆς ὑγείας σου, καὶ τοῦ οἴκου σου παντὸς, μεγίστην, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, ἐντεῦθεν καρπωσόμεθα τὴν παράκλησιν. Ἀγάπης γὰρ ἴσον οὐδέν.