Ancient Greek · ~4 min
Καλλιστράτῳ ἐπισκόπῳ Ἰσαυρίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Καλλιστράτῳ ἐπισκόπῳ Ἰσαυρίας.
Not analysed yet
Ἐγὼ μέν σου τὴν εὐλάβειαν καὶ ἐνταῦθα παραγενομένην ἐπεθύμουν ἰδεῖν, ὥστε ἐντρυφῆσαί σου τῇ συνουσίᾳ, καὶ ἀπολαῦσαί σου τῆς γνησίας καὶ θερμῆς ἀγάπης· ἐπειδὴ δὲ τοῦτο τέως οὐκ ἔνι, διά τε τὴν τοῦ ἔτους ὥραν, καὶ τὸ τῆς ὁδοῦ μῆκος, τὴν διὰ γραμμάτων ὀφειλομένην σοι πρόσρησιν ἀποδίδωμι, καὶ χάριν ἔχω σου τῇ εὐλαβείᾳ, ὅτι καὶ πρότερος τοῖς πρὸς ἡμᾶς ἐπεπήδησας γράμμασι. Θερμῆς γὰρ τοῦτο καὶ γνησίας φιλίας· καὶ οὐ μόνον οὐκ ἀπεικότως ἔπραξας, ἀλλὰ καὶ σφόδρα σοι προσηκόντως. Χαρίζου δὴ ταύτην συνεχῶς ἡμῖν τὴν χάριν, καὶ πυκνότερον ἡμῖν δήλου τὰ περὶ τῆς ὑγείας τῆς σῆς. Ἂν δὲ καὶ δυνατὸν γένηται τῇ εὐλαβείᾳ τῇ σῇ σκυλῆναι ἕως ἡμῶν, τὰ μέγιστα ἡμῖν χαριῇ, καὶ πολλῆς ἡμᾶς ἐμπλήσεις εὐφροσύνης. Ἐννοήσας τοίνυν ὡς καὶ ἡμεῖς ἐπιθυμοῦμεν ἰδεῖν σου τὴν εὐλάβειαν, καὶ ὡς τὸ πρᾶγμα οὐ σφόδρα ἐργῶδες, εἰ γένοιτο καιρὸς ἐπιτήδειος πρὸς ὁδοιπορίαν, μὴ ἀποστερήσῃς ἡμᾶς τῆς συντυχίας τῆς σῆς. Ἕως δ' ἂν τοῦτο γένηται, τῇ πυκνότητι τῶν γραμμάτων τὴν ἐκ τῆς παρουσίας ἡδονὴν σοφίζεσθαι παρακλήθητι.