Ancient Greek
Δανιήλῳ πρεσβυτέρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Δανιήλῳ πρεσβυτέρῳ.
Not analysed yet
Εὐλογητὸς ὁ Θεὸς, ὁ πολλῷ μείζονα τῶν θλίψεων παρέχων τὴν παράκλησιν, καὶ ὑμῖν τοσαύτην διδοὺς τὴν ὑπομονὴν, ὡς καὶ μετὰ πολλῆς εὐφροσύνης φέρειν τὰ συμπίπτοντα λυπηρά. Τοῦτο μάλιστα διπλασιάζεται ὑμῖν τὸν μισθὸν, τὸ καὶ φέρειν, καὶ μετὰ χαρᾶς φέρειν· τοῦτο καὶ ἡμῖν πολλὴν παρέχει τὴν παράκλησιν, ὅταν ἀκούωμεν τὴν ἀνδρείαν ὑμῶν, τὴν παῤῥησίαν, τὸ ἀπερίτρεπτον τῆς γνώμης, τὴν εὐτονίαν, τὴν ὑπομονὴν, τὴν καρτερίαν, τὸν ζῆλον τὸν πυρὸς θερμότερον. Διὰ ταῦτα καὶ ἐν ἐρημίᾳ καθήμενοι, καὶ φόβῳ λῃστῶν πολιορκούμενοι, καὶ τῇ τοῦ χειμῶνος ὥρᾳ λοιπὸν κατατεινόμενοι, οὐδενὸς τούτων αἰσθανόμεθα, διὰ τὸ μέγεθος τῆς ὑμετέρας εὐδοκιμήσεως, ἀλλὰ καὶ σκιρτῶμεν, καὶ χαίρομεν, καὶ μέγα φρονοῦμεν ἐπὶ τῇ τοσαύτῃ ὑμῶν καρτερίᾳ. Ἵν' οὖν διηνεκῶς χαίρωμεν ταῦτα ἀκούοντες, διηνεκῶς ἡμῖν καὶ συνεχέστατα ἐπιστέλλετε, αὐτά τε ταῦτα, καὶ τὰ περὶ τῆς ὑγείας ὑμῶν εὐαγγελιζόμενοι. Μεγίστην γὰρ ἡμῖν παρέξετε εὐφροσύνην ἐντεῦθεν καὶ ἡδονήν.