Ancient Greek · ~10 min
Κωνσταντίῳ πρεσβυτέρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Κωνσταντίῳ πρεσβυτέρῳ.
Not analysed yet
Τῇ τετάρτῃ τοῦ Πανέμου μηνὸς μέλλων ἀπὸ τῆς Νικαίας διεξορμᾷν, ταῦτα διαπέμπομαι τὰ γράμματα πρὸς τὴν σὴν θεοσέβειαν, παρακαλῶν, ὅπερ ἀεὶ παρακαλῶν οὐκ ἐπαυσάμην, κἂν χαλεπώτερος τοῦ νῦν κατέχοντος γένηται ὁ χειμὼν, κἂν μείζονα τὰ κύματα, μὴ διαλιπεῖν τὰ σαυτοῦ πληροῦντα εἰς τὴν οἰκονομίαν, ἧς ἐξ ἀρχῆς ἥψω· λέγω δὴ τοῦ Ἑλληνισμοῦ τὴν καθαίρεσιν, τῶν ἐκκλησιῶν τὰς οἰκοδομὰς, τῶν ψυχῶν τὴν ἐπιμέλειαν· μηδέ σε ὕπτιον ποιείτω τῶν πραγμάτων ἡ δυσκολία. Οὐδὲ γὰρ κυβερνήτης τὸ πέλαγος ὁρῶν μαινόμενον καὶ διανιστάμενον, ἀποστήσεται τῶν οἰάκων· ἀλλ' οὐδὲ ἰατρὸς τὸν κάμνοντα βλέπων τῇ νόσῳ κρατούμενον, ἀναχωρήσει τῆς θεραπείας, ἀλλὰ τότε μάλιστα ἕκαστος τούτων τῇ τέχνῃ χρήσεται. Καὶ σὺ τοίνυν, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, πολλῇ νῦν χρῆσαι τῇ προθυμίᾳ, μηδὲ ὕπτιον ποιείτω σε τὰ συμβαίνοντα· οὐ γὰρ ὑπὲρ ὧν ποιοῦσιν ἡμᾶς ἕτεροι κακῶν λόγον δώσομεν, ἀλλὰ καὶ μισθὸν ληψόμεθα. Εἰ δὲ αὐτοὶ τὰ παρ' ἑαυτῶν μὴ εἰσενέγκαιμεν, ἀλλὰ ῥᾳθυμήσαιμεν, οὐδὲν εἰς τοῦτο ἡμῶν προστήσεται ὁ τῶν πραγμάτων θόρυβος· ἐπεὶ καὶ Παῦλος δεσμωτήριον οἰκῶν, καὶ τῷ ξύλῳ προσδεδεμένος, τὰ αὑτοῦ ἐποίει, καὶ Ἰωνᾶς ἐν τῇ γαστρὶ τοῦ θαλαττίου θηρὸς φερόμενος, καὶ οἱ τρεῖς παῖδες οἱ ἐν τῇ καμίνῳ διατρίβοντες· καὶ οὐδένα τούτων τὰ ποικίλα δεσμωτήρια ταῦτα ῥᾳθυμότερον πεποίηκε. Ταῦτ' οὖν ἐννοῶν, δέσποτά μου, καὶ Φοινίκης, καὶ Ἀραβίας, καὶ τῶν κατὰ τὴν Ἀνατολὴν μὴ παύσῃ φροντίζων Ἐκκλησιῶν, εἰδὼς ὅτι πλείονα λήψῃ τὸν μισθὸν, ὅσῳ καὶ τοσούτων ὄντων τῶν κωλυμάτων, τὰ παρ' αὑτοῦ εἰσφέρεις. Καὶ γράφειν δὲ ἡμῖν συνεχῶς μὴ κατόκνει, ἀλλὰ καὶ πυκνότατα. Ὡς γὰρ ἔγνωμεν νῦν, οὐκέτι εἰς Σεβάστειαν, ἀλλ' εἰς τὴν Κουκουσὸν ἐκελεύσθημεν ἀπελθεῖν, ὅπου σοι καὶ εὐκολώτερον ἐπιστέλλειν ἡμῖν. Γράφε τοίνυν ἡμῖν πόσαι ἐκκλησίαι ἐπ' ἔτος ᾠκοδομήθησαν, καὶ τίνες ἄνδρες ἅγιοι μετέστησαν εἰς τὴν Φοινίκην, καὶ εἴ τις πλέον γέγονε προκοπή. Καὶ γὰρ ἀπὸ Νικαίας εὑρών τινα μονάζοντα ἐγκεκλεισμένον, ἔπεισα αὐτὸν ἐλθεῖν πρὸς τὴν σὴν εὐλάβειαν, καὶ ἀπελθεῖν εἰς Φοινίκην. Εἰ παραγέγονεν οὖν δηλῶσαί μοι σπούδασον. Τοῦ Σαλαμῖνος ἕνεκεν χωρίου τοῦ κατὰ τὴν Κύπρον κειμένου, τοῦ ὑπὸ τῆς αἱρέσεως τῶν Μαρκιωνιστῶν πολιορκουμένου, ἤμην διειλεγμένος οἷς ἐχρῆν, καὶ κατωρθωκὼς τὸ πᾶν, ἀλλ' ἔφθην ἐκβληθείς. Εἰ τοίνυν μάθοις τὸν κύριόν μου Κυριακὸν τὸν ἐπίσκοπον ἐπὶ τῆς Κωνσταντινουπόλεως διατρίβειν, ἐπίστειλον αὐτῷ ταύτης ἕνεκεν τῆς ὑποθέσεως, καὶ τὸ πᾶν ἀνύσαι δυνήσεται. Καὶ μάλιστα τοὺς πρὸς τὸν Θεὸν παῤῥησίαν ἔχοντας παρακάλει πολλῇ κεχρῆσθαι τῇ εὐχῇ, πολλῇ τῇ ἐκτενείᾳ, ὥστε τὸ τῆς οἰκουμένης τοῦτο ναυάγιον παύσασθαι. Ἀφόρητα γὰρ καὶ τὴν Ἀσίαν κατέλαβε κακὰ, καὶ ἑτέρας δὲ πόλεις καὶ Ἐκκλησίας, ἅπερ, ἵνα μὴ δοκῶ διενοχλεῖν, ἀφεὶς τὸ καθ' ἕκαστον λέγειν, ἐκεῖνο μόνον ἐρῶ, ὅτι εὐχῶν πολλῶν χρεία, καὶ δεήσεων ἐκτενῶν.