Ancient Greek · ~5 min
Παιανίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Παιανίῳ.-3
Not analysed yet
Ἀνεπνεύσαμεν, ἐσκιρτήσαμεν, οὐκέτι ἀλλοτρίαν, οὐδὲ ξένην οἰκεῖν ἡγούμεθα, τῆς σῆς θαυμασιότητος πρὸς τὴν τοιαῦτα πάσχουσαν ἐπανελθούσης πόλιν. Ποιεῖ δὲ ἡμῖν τὴν τοσαύτην ἡδονὴν, οὐ τὸ σὲ πλείονος ἀπολελαυκέναι τιμῆς· ἡ γὰρ σὴ τιμὴ τῆς ψυχῆς σού ἐστιν ἡ ἀρετὴ, καὶ οὔτε ἔμπροσθέν σέ τις αὐτὴν ἀφελέσθαι ἴσχυσεν, οὔτε νῦν ἀποδέδωκεν (πῶς γὰρ τὴν μὴ ἀφαιρεθεῖσαν;) · σκιρτῶμεν δὲ ὅτι μεγίστη παράκλησις τοῖς ἐλαυνομένοις, τοῖς σφαττομένοις, τοῖς δεδεμένοις, εἰς τὴν πόλιν ἐκείνην εἰσελήλυθας, κοινὸν ὄφελος καὶ λιμὴν εὐρύτατος τούτων γενόμενος. Καὶ γὰρ οἶσθα κερδαίνειν ἃ κερδαίνειν χρή. Γράφε δὴ λοιπὸν τῶν κατορθωμάτων σου τὸ μέγεθος, καὶ λέγε σαφῶς πόσους κειμένους ἀνέστησας, πόσους καταπεπτωκότας ἀνώρθωσας, τίνας σαλευομένους ἐστήριξας, τίσι πεπονηκόσιν ἐν τῷ μακρῷ τούτῳ χρόνῳ παρέστης, τίνας ῥᾳθυμοῦντας σπουδαίους ἐποίησας, τίνας σπουδαίους ὄντας σπουδαιοτέρους εἰργάσω, καὶ πάντα ἁπλῶς καθ' ἕκαστον τὰ ἐπὶ τῆς παρατάξεώς σου ταύτης ἀνδραγαθήματα. Οἶδα μὲν γὰρ ταῦτα καὶ πρὸ τῶν γραμμάτων τῶν σῶν, ἐπειδὴ καὶ τὴν ψυχὴν οἶδα τὴν σὴν, τὸν γενναῖον ἀθλητὴν, καὶ τὸν θαυμαστὸν ἀριστέα· ἀλλ' οὖν βούλομαι καὶ παρὰ τῆς ποθεινοτάτης μοι γλώττης ταῦτα μανθάνειν. Δίδου δὴ ἡμῖν ταύτην τὴν αἴτησιν· οἶσθα γὰρ ἡλίκην χαριῇ χάριν, τοῦτο ποιῶν.