Ancient Greek · ~3 min
Μαρκελλίνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Μαρκελλίνῳ.-2
Not analysed yet
Εἰς μὲν αὐτὸ τὸ πάντων ἐρημότατον χωρίον ἀπήχθημεν, τὴν Κουκουσόν· πλὴν ὅταν τὴν ἀγάπην ὑμῶν τῶν φιλούντων ἡμᾶς ἐννοήσωμεν, μεγίστην καρπούμεθα παράκλησιν, ἐν ἐρημίᾳ πλουτοῦντες. Οὐδὲ γὰρ ὁ τυχὼν θησαυρὸς, ἀνδρῶν ἐπιτυγχάνειν γνησίως φιλεῖν εἰδότων. Διὰ δὴ τοῦτο κἂν μὴ τῷ σώματι παρῶμεν, ὑμῖν τῇ ψυχῇ συνδεδέμεθα, τῇ τῆς ἀγάπης ἁλύσει σφιγγόμενοι. Ὅθεν καὶ ἐπιστέλλομεν ἐκ τοσούτου διαστήματος, καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν. Ὅτι γὰρ εἰς τοὺς πρώτους σε τῶν ἐραστῶν ἐγράψαμεν τῶν ἡμετέρων, οὐδὲ αὐτὸς ἀγνοεῖς, δέσποτά μου θαυμασιώτατε. Δίδου δὴ καὶ αὐτὸς ταύτην ἡμῖν τὴν χάριν, καὶ συνεχῶς ἡμῖν ἐπίστελλε, τὰ περὶ τῆς ὑγείας τῆς σῆς εὐαγγελιζόμενος, ἵνα καὶ τῷ γράφειν, καὶ τῷ δέχεσθαι τοιαύτας ἐπιστολὰς, πολλὴν καρπωσώμεθα τὴν παραμυθίαν καὶ εὐφροσύνην, καὶ μεγίστης, καὶ ἐν ἐρημίᾳ διατρίβοντες, ἀπολαύσωμεν παρακλήσεως.