Ancient Greek
Προκοπίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Προκοπίῳ.
Not analysed yet
Ὀλίγα μέν σοι συνεγενόμεθα αὐτόθι, δέσποτά μου θαυμασιώτατε, πολλὴν δέ σου τὴν πεῖραν τῆς γνησίας εἰλήφαμεν ἀγάπης, καὶ τῆς ἀπράγμονος ψυχῆς, καὶ τῆς γνησίας καὶ θερμῆς διαθέσεως. Διὸ καὶ πρὸς αὐτὰ τῆς οἰκουμένης ἀπῳκισθέντες τὰ τέρματα, καὶ πρὸς αὐτὴν τὴν ἐσχάτην ἐρημίαν ἀπενεχθέντες, διὰ τὸ πανταχοῦ σε περιφέρειν, ὅπουπερ ἂν ἀπίωμεν, καὶ ἔχειν ἐγκεκολαμμένον τῷ συνειδότι, καὶ γράφομεν ἐκ τοσούτου διαστήματος, καὶ τὴν ὀφειλομένην ἀποδιδόαμεν πρόσρησιν· καί σου παρακαλοῦμεν τὴν ἐμμέλειαν, εἰ μὴ βαρὺ καὶ ἐπαχθὲς, καὶ αὐτὸν ἡμῖν ταύτην παρέχειν τὴν χάριν, καὶ τὰ περὶ τῆς ὑγείας εὐαγγελίζεσθαι ἡμᾶς τῆς σῆς. Μανθάνομεν γὰρ αὐτὰ καὶ μὴ γράφοντος, τοὺς ἐκεῖθεν ἀφικνουμένους ἐρωτῶντες, διὰ τὸ σφόδρα περισπούδαστον εἶναι ἡμῖν εἰδέναι τὰ περὶ τῆς ῥώσεως τῆς σῆς καὶ τῆς εὐδοκιμήσεως· βουλόμεθα δὲ καὶ παρὰ τῆς γλώττης τῆς σῆς, καὶ παρὰ τῆς χειρὸς τῆς σῆς ταῦτα δηλοῦσθαι, ὥστε διπλῆν ἡμᾶς καρποῦσθαι τὴν ἡδονὴν, ἀπό τε τοῦ γράφειν, ἀπό τε τοῦ γράμματα δέχεσθαι παρὰ τῆς εὐγενείας τῆς σῆς. Δίδου δὲ ταύτην ἡμῖν τὴν χάριν, ἡδίστην τε οὖσαν καὶ εὔλογον, καὶ πολλὴν ἡμῖν παρέχουσαν τὴν εὐφροσύνην.