Ancient Greek · ~3 min
Μαρκιανῷ καὶ Μαρκελλίνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Μαρκιανῷ καὶ Μαρκελλίνῳ.
Not analysed yet
Ἐβουλόμεθα μὲν ὑμᾶς σφοδροὺς ἡμῶν ὄντας οὕτως ἐραστὰς, καὶ παρόντας ἰδεῖν. Ἀλλὰ ἐπειδὴ τοῦτο οὐκ ἔνι (τό τε γὰρ τῆς ὁδοῦ μῆκος, ἥ τε τοῦ χειμῶνος ὥρα, καὶ ὁ τῶν λῃστῶν φόβος ἱκανὰ διατειχίσαι τὴν ἀποδημίαν), τοὺς γοῦν τὰ γράμματα κομίζοντας παρ' ἡμῶν πρὸς ὑμᾶς ἐπιθυμοῦμεν συνεχέστερον ἡμῖν περιτυγχάνειν, ὥστε δύνασθαι μετὰ δαψιλείας πληρῶσαι τὴν ἐπιθυμίαν τὴν ἡμετέραν. Ἀλλ' ἐπειδὴ καὶ τοῦτο παρείλετο ἡμᾶς ἡ ἐρημία τοῦ χωρίου ἐν ᾧ διατρίβομεν, καὶ τὸ σφόδρα αὐτὸ ἀπῳκίσθαι τῆς δημοσίας ὀδοῦ, παρακαλῶ, ἂν μὴ συνεχῶς τοῦτο ποιῶμεν, συγγνώμην ἡμῖν νέμειν, καὶ γραφόντων ἡμῶν καὶ σιγώντων, τὴν αὐτὴν ἔχειν περὶ τῆς ἀγάπης τῆς ἡμετέρας ψῆφον, λογιζομένους ὅτι τὴν σιγὴν ἡμῖν πολλάκις μακροτέραν ἡ ἐρημία τοῦ τόπου, οὐχ ἡ τοῦ τρόπου ῥᾳθυμία ἐργάζεται.