Ancient Greek
Ἀγαπητῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἀγαπητῷ.
Not analysed yet
Οἶδά σου τὴν ἀγάπην τὴν γνησίαν καὶ θερμὴν, τὴν ἄδολον καὶ εἰλικρινῆ, καὶ οὔτε πραγμάτων ὄχλῳ, οὔτε χρόνου πλήθει, οὔτε ὁδοῦ μήκει μαραινομένην· οἶδα καὶ ὅπως ἐπιθυμεῖς καὶ αὐτοψεὶ ἡμᾶς θεάσασθαι, καὶ τῆς κατὰ πρόσωπον ἀπολαῦσαι συνουσίας. Ἀλλ' ἐπειδὴ τοῦτο ἤδη ἐργῶδες, καὶ διὰ τὸ τῆς ὁδοῦ μῆκος, καὶ διὰ τὴν τοῦ ἔτους ὥραν, καὶ τὸν τῶν Ἰσαύρων φόβον, τὴν διὰ τῶν γραμμάτων πάρεχε ἡμῖν εὐφροσύνην, συνεχῶς δηλῶν τὰ περὶ τῆς ὑγιείας τῆς σῆς, καὶ τοῦ οἴκου σου παντός. Ἂν γὰρ τοιαῦτα δεχώμεθα συνεχῶς γράμματα παρὰ τῆς σῆς εὐγενείας καὶ θαυμασιότητος, οὐ τὴν τυχοῦσαν καὶ ἐν ἐρημίᾳ διατρίβοντες καρπωσόμεθα τὴν παράκλησιν. Καὶ γὰρ οὐκ ἀγνοεῖς ὅπως ἡμῖν περισπούδαστον τὸ ἐν ὑγιείᾳ σε εἶναι, δέσποτά μου αἰδεσιμώτατε καὶ θαυμασιώτατε.