Ancient Greek · ~4 min
Μουσωνίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Μουσωνίῳ.
Not analysed yet
Καὶ ἤδη ἐπεστάλκαμέν σου τῇ εὐγενείᾳ, δέσποτά μου τιμιώτατε καὶ εὐλαβέστατε, καὶ νῦν τὸ αὐτὸ πάλιν ποιοῦμεν, καίτοι μηδὲ ἅπαξ σοῦ ἐπεσταλκότος ἡμῖν. Ἀλλ' ὅμως ἡμεῖς οὐ διαλείψομεν συνεχῶς ὑμῖν ἐπιστέλλοντες, καὶ τὸ ἡμῖν αὐτοῖς πρέπον ποιοῦντες. Ἐβουλόμεθα γὰρ καὶ πυκνότερον τοῦτο ποιεῖν· ἐπειδὴ δὲ καὶ ἐν ἐρημίᾳ πολλῇ χωρίου διατρίβομεν, καὶ ὁ τῶν λῃστῶν φόβος πολιορκεῖ τὴν πόλιν, καὶ ἡ τοῦ χειμῶνος ὥρα ἀποτειχίζει τὰς ὁδοὺς, καὶ ταῦτα πάντα οὐκ ἀφίησι πολλοὺς ἡμῖν συνεχῶς ἐπιχωριάζειν, ἡνίκα ἂν ἐξῇ, καὶ γραμματηφόρων ἐπιτύχωμεν, τὴν ὀφειλομένην πρόσρησιν ἀποδιδόαμέν σου τῇ εὐλαβείᾳ. Ἴσμεν γάρ σου τὸ γνήσιον τῆς ἀγάπης, τὴν θερμὴν διάθεσιν, τὸ ἀπερίτρεπτον τῆς γνώμης, τὴν ἐλευθερίαν, τὸ ἀνυπόκριτον. Διὸ καὶ ἐπὶ μνήμης σε διηνεκῶς περιφέρομεν, ὅπουπερ ἂν ὦμεν, καὶ ἐπιλαθέσθαι σου τῆς ἐμμελείας οὐ δυνάμεθα. Ἵνα δὲ μὴ τῷ γράφειν μόνον, ἀλλὰ καὶ τῷ δέχεσθαι γράμματα, περὶ τῆς ὑγείας τῆς σῆς δηλοῦντα, εὐφραινώμεθα, πέμπε συνεχῶς ἡμῖν τοιαύτας ἐπιστολάς. Οὕτω γὰρ καὶ πόῤῥωθεν ὄντες πολλὴν καρπωσόμεθα ἀπὸ τῶν τοιούτων γραμμάτων παραμυθίαν, ὅταν ἀκούωμεν, ὅτι ὑμεῖς οἱ σφοδροὶ ἡμῶν ἐρασταὶ καὶ θερμοὶ ἐν εὐθυμίᾳ καὶ ἀσφαλείᾳ διάγετε.