Ancient Greek · ~5 min
Βαλεντίνῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Βαλεντίνῳ.-3
Not analysed yet
Οἶδά σου τὴν φιλότιμον ψυχὴν, τὸν ἔρωτα τὸν θερμὸν, ὃν περὶ τὰς τῶν πενήτων ἔχεις προστασίας, τὴν ἐπιθυμίαν, ἣν ἀεὶ περὶ τὴν καλὴν ταύτην ἐπιδείκνυσαι πραγματείαν, καὶ παρέχων, καὶ μεθ' ἡδονῆς τοῦτο ποιῶν, καὶ διπλοῦν σοι τὸν στέφανον τὸν τῆς φιλανθρωπίας καὶ λαμπρότερον καθιστὰς, καὶ τῇ δαψιλείᾳ, καὶ τῇ γνώμῃ ἀφ' ἧς καὶ ἡ δαψίλεια γίνεται. Ἐπεὶ οὖν ἐδήλωσεν ἡμῖν ὁ τιμιώτατος πρεσβύτερος Δομετιανὸς, ὁ τῶν χηρῶν καὶ παρθένων τῶν αὐτόθι τὴν προστασίαν ἔχων, ὅτι σχεδὸν ἐν λιμῷ καθεστήκασιν, ὥσπερ εἰς λιμένα τὰς σὰς καταφεύγομεν χεῖρας, ὥστε τουτὶ λῦσαι τοῦ λιμοῦ τὸ ναυάγιον. Δέομαι οὖν σου, καὶ σφόδρα δέομαι, μεταπεμψάμενος τὸν πρεσβύτερον, ὅπερ ἂν ᾖ δυνατὸν, ἐπικουρῆσαι παρακλήθητι. Τῆς γὰρ ἐν ἄλλῳ καιρῷ ἐλεημοσύνης ἡ νῦν παρεχομένη πολλῷ πλείονα παρέχει τὴν ἀμοιβὴν, ὅσῳπερ ἐν χαλεπωτέρῳ χειμῶνι καὶ ζάλῃ καθεστήκασιν οἱ δεόμενοι λαβεῖν, οὐ τῆς εἰωθυίας ἀπολαύοντες ἀφθονίας. Ἐννοήσας τοίνυν καὶ τοῦ πράγματος τὸ κέρδος, καὶ τὴν ἀπὸ τοῦ καιροῦ γενομένην προσθήκην, τὰ σαυτοῦ ποιῆσαι παρακλήθητι. Οὐδὲν γὰρ δεῖ πλέον εἰπεῖν πρὸς φιλάνθρωπον οὕτω καὶ ἡμερωτάτην γράφοντες ψυχήν. Οἶδας γὰρ, ὅτι καὶ σπόρτουλα ἡμῖν χρεωστεῖς· ἀλλ' ὅμως καὶ ἐκείνων ἕνεκεν εἰς τοῦτό σοι διαλυόμεθα. Καὶ γράψαι δὲ ἡμῖν παρακλήθητι, ὅτι ἐπένευσας ἡμῶν τῇ αἰτήσει, καὶ τὰ περὶ τῆς ὑγιείας τῆς σῆς εὐαγγελιζόμενος, καὶ παντὸς τοῦ εὐλογημένου σου οἴκου.