Ancient Greek
Ναμαίᾳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ναμαίᾳ.
Not analysed yet
Τί περιέρχῃ ἀπολογίαν ζητοῦσα, καὶ συγγνώμην αἰτοῦσα ὑπὲρ ὧν ἡμεῖς σε στεφανοῦμεν καὶ ἀνακηρύττομεν, ὅτι μὲν ἔγραψας, ἀποδεχόμενοι, ὅτι δὲ ὀψὲ καὶ βραδέως, ἐγκαλεῖν ἔχοντες; Ὥστε εἰ νομίζεις μεγάλα τετολμηκέναι τῷ γράψαι, τοῦτο ἀφεῖσα πρὸς τὸ ἔγκλημα τῆς βραδύτητος μελέτα, καὶ συντίθει τὴν ἀπολογίαν. Καὶ γὰρ ὅσῳπερ ἂν λέγῃς καὶ παρόντας καὶ ἁπόντας ἠγαπηκέναι γνησίως, τοσούτῳ μειζόνως αὔξεις τὴν κατηγορίαν. Εἰ μὲν γὰρ ἁπλῶς τῶν περὶ ἡμᾶς διακειμένων ἦσθα, οὐδὲν ἀπεικὸς μακρὸν χρόνον οὕτω σιγῆσαι· ἐπειδὴ δὲ οὕτω γνησίαν καὶ θερμὴν περὶ ἡμᾶς ἐπιδεδεῖχθαι ἀγάπην ἔφης, ὡς μηδὲ ἂν ἐλθεῖν παραιτήσεσθαι ὁδὸν οὕτω χαλεπὴν, καὶ φόβῳ λῃστῶν τοσούτων πολιορκουμένην, εἰ μὴ τὰ τῆς ἀῤῥωστίας διέκοπτεν, ἕν σοι λοιπὸν ἀπολογίας λείπεται εἶδος, τὸ νιφάδας ἡμῖν πέμπειν γραμμάτων, δυναμένων τὴν ἐκ τῆς μακρᾶς σιγῆς παραμυθήσασθαι αἰτίαν. Τοῦτο δὲ ποίει, καὶ τὸ πᾶν ἀπειλήφαμεν. Ἐπειδὴ καὶ αὕτη χρονία ἐλθοῦσα ἡ ἐπιστολὴ, ἐπειδὴ θερμῆς ἔπνει τῆς ἀγάπης, καὶ τοῦ παρελθόντος χρόνου τὸ χρέος ἀπέτισεν. Πλὴν ἀλλ' αἱ λοιπαὶ μὴ μιμείσθωσαν τὴν ταύτης βραδυτῆτα. Οὕτω γὰρ καὶ αὕτη δυνήσεται δεῖξαι ὅτι οὐ δι' ὄκνον, ἀλλὰ διὰ δέος μάταιον, καθὼς καὶ αὐτὴ ἔφης, χρονία παραγέγονεν, εἰ αἱ λοιπαὶ μετὰ τάχους καὶ πολλῆς παραγένοιντο τῆς συνεχείας ἡμῖν.