Ancient Greek · ~38 min
ΠΡΟΣ ΚΥΡΙΑΚΟΝ ΕΠΙΣΚΟΠΟΝ ΕΝ ΕΞΟΡΙΑ ΟΝΤΑ ΚΑΙ ΑΥΤΟΝ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 ΠΡΟΣ ΚΥΡΙΑΚΟΝ ΕΠΙΣΚΟΠΟΝ ΕΝ ΕΞΟΡΙΑ ΟΝΤΑ ΚΑΙ ΑΥΤΟΝ..1
Not analysed yet
Φέρε δὴ πάλιν ἀπαντλήσω τῆς ἀθυμίας τὸ ἕλκος, καὶ διασκεδάσω τοὺς λογισμοὺς τοὺς τὸ νέφος τοῦτο συνιστῶντας. Τί γάρ ἐστιν ὃ λυπῇ καὶ ἀδημονεῖς; Διότι χαλεπὸς ὁ χειμὼν καὶ πικρὸν τὸ ναυάγιον τὸ τὴν Ἐκκλησίαν καταλαβόν; Τοῦτο οἶδα κἀγὼ, καὶ οὐδεὶς ἀντερεῖ· ἀλλ' εἰ βούλει, εἰκόνα σοι ἀναπλάττω τῶν γινομένων. Θάλατταν ὁρῶμεν ἀπ' αὐτῆς κάτωθεν ἀναμοχλευομένην τῆς ἀβύσσου, τοὺς ναύτας ἀντὶ τῶν οἰάκων καὶ τῶν κωπῶν τὰς χεῖρας τοῖς γόνασι περιπλέξαντα καὶ πρὸς τὴν ἀμηχανίαν τοῦ χειμῶνος ἀπορηθέντας, οὐκ οὐρανὸν βλέποντας, οὐ πέλαγος, οὐ ξηρὰν, ἀλλ' ἐπὶ τῶν στρωμάτων κειμένους, καὶ ὀλοφυρομένους, καὶ κλαίοντας. Καὶ ταῦτα μὲν ἐπὶ τῆς θαλάσσης οὕτω συμβαίνει· νῦν δὲ ἐπὶ τῆς ἡμετέρας θαλάσσης χείρων ὁ θόρυβος, καὶ χείρω τὰ κύματα. Ἀλλὰ παρακάλει τὸν Δεσπότην ἡμῶν Χριστὸν, ὃς οὐ τέχνῃ περιγίνεται χειμῶνος, ἀλλὰ νεύματι λύει τὴν ζάλην. Ἀλλ' εἰ καὶ πολλάκις παρεκάλεσας, καὶ οὐκ εἰσηκούσθης, μὴ ὀλιγωρήσῃς· τοιοῦτον γὰρ ἔθος ἔχει ὁ φιλάνθρωπος Θεός. Μὴ γὰρ οὐκ ἠδύνατο ἐκείνους τοὺς τρεῖς παῖδας λυτρώσασθαι, ἵνα μὴ εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμπέσωσιν; Ἀλλ' ὅτε ᾐχμαλωτεύθησαν, ὅτε εἰς βάρβαρον χώραν ἀπεῤῥίφησαν, καὶ τῆς πατρῴας κληρονομίας ἐξέπεσον, καὶ παρὰ πάντων ἀπεγνώσθησαν, καὶ οὐδὲν λοιπὸν οὐκ ἀπελίπετο, τότε Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν τὴν θαυματοποιίαν εἰργάσατο, καὶ διεσκόρπισε τὸ πῦρ. Μὴ φέρον γὰρ τὴν ἀρετὴν τῶν δικαίων τὸ πῦρ, ἐξεπήδησεν ἔξω, καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων. Καὶ λοιπὸν ἐκκλησία αὐτοῖς ἦν ἡ κάμινος, καὶ πᾶσαν τὴν κτίσιν προσεκαλοῦντο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, ἀγγέλους καὶ δυνάμεις, καὶ οὕτω πάντα συλλαβόμενοι ἔλεγον· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον. Ὁρᾷς πῶς ἡ ὑπομονὴ τῶν δικαίων καὶ τὸ πῦρ εἰς δρόσον μετέβαλε, καὶ τὸν τύραννον ἐδυσώπησε, καὶ κατὰ πάσης τῆς οἰκουμένης ἐκπέμπει γράμματα; Μέγας ὁ Θεὸς, φησὶ, Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγώ. Καὶ ἰδοὺ πόσην ἀποτομίαν ἐνέθηκεν, εἴ τις λόγον εἴπῃ κατ' αὐτῶν, τὸν οἶκον αὐτοῦ ταμιεύεσθαι, καὶ τὰ ὑπάρχοντα αὐτοῦ διαρπάζεσθαι. Μὴ οὖν ἀθυμήσῃς, μηδὲ ὀλιγωρήσῃς. Καὶ γὰρ ἐγὼ ὅτε ἐξηλαυνόμην ἀπὸ τῆς πόλεως, οὐδὲν τούτων οὐκ ἐφρόντιζον, ἀλλ' ἔλεγον πρὸς ἐμαυτόν· Εἰ μὲν βούλεται ἡ βασίλισσα ἐξορίσαι, ἐξορίσῃ με· Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Καὶ εἰ βούλεται πρῖσαι, πρίσῃ με· τὸν Ἡσαΐαν ἔχω ὑπογραμμόν. Εἰ θέλει εἰς τὸ πέλαγος ἀκοντίσαι με, τὸν Ἰωνᾶν ὑπομιμνήσκομαι. Εἴ με θέλει εἰς κάμινον ἐμβαλεῖν, τοὺς τρεῖς παῖδας ἔχω τοῦτο πεπονθότας. Εἴ με θέλει τοῖς θηρίοις βαλεῖν, τὸν Δανιὴλ ἐν λάκκῳ τοῖς λέουσι βεβλημένον ὑπομιμνήσκομαι. Εἰ θέλει με λιθάσαι, λιθάσῃ με· τὸν Στέφανον ἔχω τὸν πρωτομάρτυρα. Εἰ θέλει τὴν κεφαλήν μου λαβεῖν, λάβῃ· ἔχω Ἰωάννην τὸν Βαπτιστήν. Εἰ θέλει τὰ ὑπάρχοντά μου λαβεῖν, λάβῃ αὐτά· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητέρος μου, γυμνὸς καὶ ἀπελεύσομαι. Ἐμοὶ παραινεῖ ὁ Ἀπόστολος· Πρόσωπον ἀνθρώπου ὁ Θεὸς οὐ λαμβάνει· καὶ, Εἰ ἔτι, φησὶν, ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην. Καὶ ὁ Δαυῒδ καθοπλίζει με λέγων, Ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. Πολλὰ κατ' ἐμοῦ ἐσκευάσαντο, καὶ λέγουσιν, ὅτι τινὰς ἐκοινώνησα μετὰ τὸ φαγεῖν αὐτούς. Καὶ εἰ μὲν τοῦτο ἐποίησα, ἐξαλειφθείη τὸ ὄνομά μου ἐκ τῆς βίβλου τῶν ἐπισκόπων, καὶ μὴ γραφείη ἐν τῇ βίβλῳ τῆς ὀρθοδόξου πίστεως, ὅτι ἰδοὺ ἐὰν τοιοῦτον ἐγὼ ἔπραξα, καὶ ἀποβαλεῖ με Χριστὸς ἐκ τῆς βασιλείας αὐτοῦ. Εἰ δὲ ἅπαξ καὶ τοῦτό μοι λέγουσι, καὶ φιλονεικοῦσι, καθελέτωσαν καὶ τὸν Παῦλον, ὃς μετὰ τὸ δειπνῆσαι ὁλόκληρον τὸν οἶκον ἐβάπτισε· καθελέτωσαν καὶ αὐτὸν τὸν Κύριον, ὃς μετὰ τὸ δειπνῆσαι τοῖς ἀποστόλοις τὴν κοινωνίαν ἔδωκε. Λέγουσιν, ὅτι μετὰ γυναικὸς ἐκοιμήθην. Ἀποδύσατέ μου τὸ σῶμα, καὶ εὑρήσετε τὴν νέκρωσιν τῶν μελῶν μου. Ἀλλὰ ταῦτα πάντα διὰ τὸν φθόνον ἐποίησαν. Ἀλλὰ πάντως λυπῇ, ἀδελφὲ Κυριακὲ, ὅτι ἐκεῖνοι οἱ ἡμᾶς ἐξορίσαντες ἐπὶ τῆς ἀγορᾶς παῤῥησιάζονται, καὶ πλῆθος ἀκολουθεῖ δορυφόρων αὐτοῖς; Ἀλλὰ πάλιν ὑπομνήσθητι τὸν πλούσιον καὶ τὸν Λάζαρον, ποῖος μὲν ἐν τῷ νῦν αἰῶνι ἐθλίβη, ποῖος δὲ ἀπήλαυσε. Τί ἔβλαψεν αὐτὸν ἡ πενία; Οὐχὶ ὁ ἀθλητὴς καὶ νικητὴς εἰς τοὺς κόλπους Ἀβραὰμ ἀπηνέχθη; Τί δὲ ὠφέλησεν ἐκεῖνον ὁ πλοῦτος τὸν ἐν πορφύρᾳ καὶ βύσσῳ ἀναπαυόμενον; Ποῦ οἱ ῥαβδοῦχοι; ποῦ οἱ δορυφόροι; ποῦ οἱ χρυσοχάλινοι ἵπποι; ποῦ οἱ παράσιτοι, καὶ ἡ βασιλικὴ τράπεζα; Οὐχὶ ὡς λῃστὴς δεδεμένος ἀπήγετο ἐν τῷ μνήματι, γυμνὴν τὴν ψυχὴν ἐκ τοῦ κόσμου ἐκφέρων, καὶ κράζει κενῇ τῇ φωνῇ, Πάτερ Ἀβραὰμ, πέμψον Λάζαρον, ἵνα βρέξῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ, καὶ καταψύξῃ τὴν γλῶττάν μου, διότι δεινῶς ἀποτηγανίζομαι; Τί πατέρα καλεῖς τὸν Ἀβραὰμ, οὗ τὸν βίον οὐκ ἐμιμήσω; Ἐκεῖνος πάντα ἄνθρωπον εἰς τὸν οἶκον αὐτοῦ ἐξένιζεν, σὺ δὲ ἑνὸς πτωχοῦ φροντίδα οὐκ ἐποιήσω. Οὐκ ἔστι πενθῆσαι καὶ κλαῦσαι, ὅτι ὁ τοσοῦτον πλοῦτον ἔχων, σταγόνος ὕδατος ἄξιος οὐκ ἐγένετο. Ἐπειδὴ γὰρ ψιχίων οὐ μετέδωκε τῷ πτωχῷ, σταγόνα ὕδατος οὐ λαμβάνει. Τῷ χειμῶνι οὐκ ἔσπειρεν ἔλεος· ἦλθε τὸ θέρος, καὶ οὐκ ἐθέρισε. Καὶ τοῦτο τοῦ Δεσπότου οἰκονομία, ὅτι ἐξ ἐναντίας ἐποίησε τὴν κόλασιν τοῖς ἀσεβέσι, καὶ τὴν ἀνάπαυσιν τοῖς δικαίοις, ἵνα βλέπωσιν ἀλλήλους, καὶ ἀλλήλους γνωρίζωσι. Καὶ γὰρ ἕκαστος τότε μάρτυς τὸν ἴδιον τύραννον ἐπιγνώσεται, καὶ ἕκαστος τύραννος τὸν ἴδιον μάρτυρα, ὃν ἐκόλασε. Καὶ οὐκ ἐμὰ τὰ ῥήματα· ἄκουσον τῆς Σοφίας λεγούσης· Τότε ἐν πολλῇ παῤῥησίᾳ στήσεται ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτόν. Ὥσπερ γὰρ ὁδοιπόρος ἐν καύματι περιπατῶν, ἡνίκα εὕρῃ καθαρὰν πηγὴν τῇ δίψῃ φλεγόμενος, καὶ πολλῷ τῷ λιμῷ συνεχόμενος παρακαθέζηται τραπέζῃ ἐχούσῃ παντοῖα τὰ ἐδέσματα, παρά τινος δὲ δυνατωτέρου κωλύηται μὴ ἅψασθαι τῆς τραπέζης, μηδὲ ἀπολαῦσαι τῶν ἐδεσμάτων, σφοδρὰν ἔχει τὴν ὀδύνην καὶ τὴν κόλασιν, ὅτι τῇ τραπέζῃ παρακαθέζεται, καὶ τῶν βρωμάτων ἀπολαῦσαι οὐ δύναται, καὶ ὁ τῇ πηγῇ παρακαθεζόμενος, τοῦ ὕδατος ἀπολαῦσαι οὐ δύναται· οὕτως ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, βλέπουσι τοὺς ἁγίους εὐφραινομένους οἱ ἀσεβεῖς, καὶ τῆς βασιλικῆς τραπέζης ἀπολαῦσαι οὐ δύνανται. Καὶ γὰρ τὸν Ἀδὰμ ὁ Θεὸς κολάσαι βουλόμενος, ἐποίησεν αὐτὸν ἐξ ἐναντίας τοῦ παραδείσου ἐργάζεσθαι τὴν γῆν, ἵνα καθ' ἑκάστην ἡμέραν καὶ ὥραν βλέπων ἐκεῖνο τὸ ποθητὸν χωρίον, ὅθεν ἐξῆλθεν, ἔχῃ πάντοτε τὴν ὀδύνην ἐν τῇ ψυχῇ. Εἰ δὲ καὶ ὧδε ἀλλήλοις μὴ συντύχωμεν, ἀλλ' ἐκεῖ οὐδεὶς ὁ κωλύων ἡμᾶς τότε μετ' ἀλλήλων διάγειν· καὶ ὀψόμεθα τοὺς ἐξορίσαντας ἡμᾶς, ὥσπερ ὁ Λάζαρος τὸν πλούσιον, καὶ οἱ μάρτυρες τοὺς τυράννους. Μὴ οὖν ἀθύμει, ἀλλὰ μνημόνευε τοῦ προφήτου λέγοντος· Μυκτηρισμὸν ἀνθρώπων μὴ φοβεῖσθε, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε· ὥσπερ γὰρ ἔριον ὑπὸ σητὸς, οὕτω βρωθήσονται, καὶ ὡς ἱμάτιον παλαιωθήσονται. Κατανόησον δὲ τὸν Δεσπότην, πῶς εὐθὺς ἀπὸ τῶν σπαργάνων ἐδιώκετο, καὶ εἰς βάρβαρον γῆν ἀπεῤῥίπτετο, ὁ τὸν κόσμον κατέχων, τύπος ἡμῖν γενόμενος τοῦ μὴ ἐκκακεῖν ἐν τοῖς πειρασμοῖς. Ἀνάμνησαι τὸ πάθος τοῦ Σωτῆρος, ὅσας ὕβρεις δι' ἡμᾶς ὑπέμεινεν. Οἱ μὲν γὰρ αὐτὸν Σαμαρείτην ἐκάλουν, οἱ δὲ δαιμονιῶντα καὶ γαστρίμαργον καὶ ψευδοπροφήτην. Λέγουσι γάρ· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, καὶ, ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Τί δὲ ὅτε ἦγον αὐτὸν κρημνίσαι, καὶ ὅτε εἰς τὸ πρόσωπον αὐτοῦ ἐνέπτυον; τί δὲ ὅτε τὴν χλαμύδα αὐτῷ περιετίθουν, καὶ ὅτε ἀκάνθαις αὐτὸν ἐστεφάνουν, καὶ προσέπιπτον αὐτῷ ἐμπαίζοντες, καὶ πᾶν εἶδος χλεύης αὐτῷ ἐπάγοντες, τί δὲ ὅτε ῥαπίσματα αὐτῷ ἐδίδουν; ὅτε ὄξος καὶ τὴν χολὴν αὐτὸν ἐπότιζον; ὅτε τῷ καλάμῳ τὴν κεφαλὴν αὐτοῦ ἔτυπτον, καὶ ὅτε περιῆγον αὐτὸν οἱ αἱμοβόροι ἐκεῖνοι κύνες; τί δὲ ὅτε ἐπὶ τὸ πάθος ἤγετο γυμνὸς, καὶ πάντες αὐτὸν κατέλιπον οἱ μαθηταὶ, καὶ ὁ εἷς μὲν αὐτὸν προέδωκεν, εἷς δὲ ἠρνήσατο, οἱ δὲ ἄλλοι ἐδραπέτευσαν, καὶ μόνος εἱστήκει γυμνὸς ἐν μέσῳ τῶν ὄχλων ἐκείνων; ἑορτὴ γὰρ ἦν ἡ ἅπαντας συνάγουσα τότε· καὶ ὅτε ὡς πονηρὸν ἐν μέσῳ κακούργων αὐτὸν ἐσταύρωσαν, καὶ ἄταφος ἐκρέματο, καὶ οὔτε κατήνεγκαν αὐτὸν ἀπὸ τοῦ σταυροῦ, ἕως οὗ τις αὐτὸν ἐξῃτήσατο, ἵνα αὐτὸν θάψῃ; Μνήσθητι ὅτι ταφῆς οὐκ ἠξιώθη, καὶ ὅτι ψόγον πονηρὸν κατ' αὐτοῦ ἀπεφήναντο, καὶ ὅτι οἱ μαθηταὶ αὐτοῦ ἔκλεψαν αὐτὸν, καὶ οὐκ ἀνέστη. Ὑπομνήσθητι δὲ καὶ τοὺς ἀποστόλους, ὅτι πανταχόθεν ἐδιώκοντο, καὶ κατεκρύπτοντο, ἐν ταῖς πόλεσι μὴν δυνάμενοι φανῆναι· πῶς ὁ Πέτρος παρὰ Σίμωνι τῷ βυρσεῖ κατεκρύπτετο, καὶ ὁ Παῦλος παρὰ τῇ πορφυροπώλιδι γυναικὶ, ὅτι οὐκ εἶχον παρὰ τοῖς πλουσίοις παῤῥησίαν. Ἀλλ' ὕστερον πάντα ὁμαλὰ ἐγένετο αὐτοῖς. Οὕτω καὶ νῦν μὴ ἀθυμήσῃς. Ἤκουσα γὰρ κἀγὼ περὶ τοῦ λήρου ἐκείνου τοῦ Ἀρσακίου, ὃν ἐκάθισεν ἡ βασίλισσα ἐν τῷ θρόνῳ, ὅτι ἔθλιψε τοὺς ἀδελφοὺς ὅλους μὴ θέλοντας αὐτῷ κοινωνῆσαι· πολλοὶ δὲ αὐτῶν δι' ἐμὲ καὶ ἐν τῇ φυλακῇ ἐναπέθανον. Ὁ γὰρ προβατόσχημος ἐκεῖνος λύκος, ὁ σχῆμα μὲν ἔχων ἐπισκόπου, μοιχὸς δὲ ὑπάρχων· ὡς γὰρ ἡ γυνὴ μοιχαλὶς χρηματίζει, ἡ ζῶντος τοῦ ἀνδρὸς ἑτέρῳ συναφθεῖσα· οὕτω καὶ οὗτος μοιχός ἐστιν, οὐ σαρκὸς, ἀλλὰ πνεύματος· ζῶντος γὰρ ἐμοῦ ἥρπασέ μου τὸν θρόνον τῆς Ἐκκλησίας. Καὶ ταῦτά σοι ἐπέστειλα ἀπὸ Κουκουσοῦ, ὅπου ἐκέλευσεν ἡμᾶς ἡ βασίλισσα ἐξορισθῆναι. Πολλαὶ δὲ θλίψεις κατὰ τὴν ὁδὸν συνέβησαν ἡμῖν, ἀλλ' οὐδενὸς ἐφροντίσαμεν. Ὅτε δὲ ἤλθομεν πρὸς τὴν χώραν τῶν Καππαδόκων, καὶ ἐν τῇ Ταυροκιλικίᾳ, πολλοὶ χοροὶ ἡμῖν ὑπήντων πατέρων ἁγίων ἀνδρῶν, οὐ μὴν ἀλλὰ καὶ πλήθη μοναχῶν καὶ παρθένων, τὰς ἀθανάτους πηγὰς τῶν δακρύων ἐκχέοντες. Καὶ ἔκλαιον θεωροῦντες ἡμᾶς ἐν τῇ ἐξορίᾳ ἀπερχομένους, καὶ ἔλεγον πρὸς ἐαυτοὺς, Συνέφερεν ἵνα ὁ ἥλιος συνέστειλε τὰς ἀκτῖνας αὐτοῦ, ἢ ἵνα τὸ στόμα Ἰωάννου ἐσιώπησε. Ταῦτά με ἐθορύβησε καὶ ἔθλιψεν, ἐπειδὴ ἔβλεπον πάντας κλαίοντας περὶ ἐμοῦ. Ἐπεὶ τῶν ἄλλων πάντων, ὅσα συνέβη μοι, φροντίδα οὐκ ἐποίησα. Πάνυ δὲ ἡμᾶς ἐδεξιώσατο ὁ ἐπίσκοπος τῆς πόλεως ταύτης, καὶ πολλὴν ἀγάπην ἔδειξεν εἰς ἡμᾶς· ὥστε, εἰ δυνατὸν, καὶ τὸν θρόνον αὑτοῦ παρεχώρησεν ἡμῖν, εἰ μὴ τὸν ὅρον ἐφυλάττομεν. Δέομαι οὖν καὶ ἀντιβολῶ, καὶ τῶν γονάτων ἅπτομαι τῶν σῶν, ἀπόῤῥιψον τὸ πένθος τῆς ἀθυμίας σου, ὑπὲρ ἡμῶν μνείαν ἔχων πρὸς τὸν Θεὸν, καὶ ἀντιγράψαι ἡμῖν παρακλήθητι.