Ancient Greek
Ῥουφίνῳ πρεσβυτέρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ῥουφίνῳ πρεσβυτέρῳ..1
Not analysed yet
Ἦλθεν εἰς ἡμᾶς, ὅτι πάλιν ἀνήφθη τὰ ἐν Φοινίκῃ κακὰ, καὶ ἡ τῶν Ἑλλήνων ηὐξήθη μανία, καὶ πολλοὶ τῶν μοναχῶν οἱ μὲν ἐπλήγησαν, οἱ δὲ καὶ ἀπέθανον. Διὰ τοῦτό σε μειζόνως ἐπείγω μετὰ πλείονος τοῦ τάχους ἅψασθαι τῆς ὁδοῦ, καὶ στῆναι ἐπὶ τῆς παρατάξεως. Εὖ γὰρ οἶδα, ὅτι φανεὶς μόνον τροπώσῃ τοὺς ὑπεναντίους, καὶ εὐχῇ, καὶ ἐπιεικείᾳ, καὶ καρτερίᾳ, καὶ τῇ συνήθει κεχρημένος ἀνδρείᾳ· καὶ καταλύσεις αὐτῶν τὴν μανίαν, καὶ τοὺς μεθ' ἡμῶν ὄντας ἀνακτήσῃ, καὶ πολλὰ ἐργάσῃ τὰ ἀγαθά. Μὴ τοίνυν μέλλε, μηδὲ ἀναβάλλου, ἀλλὰ πλείονι κέχρησο τῷ τάχει, καὶ ταῦτα τὰ ἀπαγγελθέντα προθυμότερόν σε ἐργαζέσθω. Οὐδὲ γὰρ εἰ οἰκίαν εἶδες ἀναπτομένην, ἀνεχώρησας ἂν, ἀλλὰ τότε καὶ μειζόνως ἐπέθου, ὥστε καὶ προκαταλαβεῖν τὴν φλόγα, καὶ διὰ σαυτοῦ, καὶ δι' ἑτέρων πάντα ἂν ἐποίησας ὑπὲρ τοῦ σβέσαι τὸ κακόν. Καὶ νῦν τοίνυν ἐπειδὴ τοιαύτη ἀνήφθη πυρὰ, ἀμελλητὶ τὰ αὐτόθι καταλαβεῖν σπούδασον, καὶ πάντως ἔσται τι χρηστὸν, καὶ πολλὴ τούτων διόρθωσις. Τὸ μὲν γὰρ ἐν ἡσυχίᾳ καὶ γαλήνῃ, καὶ μηδενὸς πολεμοῦντος, κατηχεῖν τινας καὶ τῶν τυχόντων ἐστίν· τὸ δὲ οὕτω τοῦ διαβόλου μαινομένου, καὶ τῶν δαιμόνων ὁπλιζομένων, στῆναι γενναίως, καὶ ἐξαρπάσαι τοὺς μετ' ἐκείνου τεταγμένους τῶν ἀνθρώπων, καὶ τοὺς ἄλλους κωλῦσαι εἰς τὰς ἐκείνου χεῖρας ἐμπεσεῖν, τοῦτο ἀνδρὸς γενναίου, τοῦτο νηφούσης ψυχῆς, τοῦτο τῆς σῆς διανοίας τῆς ὑψηλῆς, καὶ διεγηγερμένης, τοῦτο μυρίων στεφάνων ἄξιον, τοῦτο βραβείων ἀφάτων, τοῦτο ἀποστολικὸν κατόρθωμα. Ἐννοήσας τοίνυν ὅτι ὁ καιρὸς οὗτος εὐδοκιμήσεώς σοι καιρός ἐστι, καὶ μυρίας ἐμπορίας, καὶ πραγματείας ὑπόθεσις, ἅρπασον τοσοῦτον πλοῦτον, καὶ πολλῇ ταχύτητι χρήσασθαι παρακλήθητι· καὶ διὰ τάχους ἡμῖν ἐπίστειλον, ἐπειδὰν ἀπαντήσῃς αὐτόθι. Ἂν γὰρ πυθώμεθα μόνον, ὅτι τῶν ὅρων ἐπέβης τῆς Φοινίκης, ἀμέριμνοι λοιπόν ἐσμεν, ἀναπαυόμεθα, ἐν ἀδείᾳ διάγομεν. Τὰ γὰρ ἑξῆς ἴσμεν, ὅτι καθάπερ ἀριστεὺς γενναῖος, καὶ ἀνδραγαθεῖν εἰδὼς, οὕτως ἅπαντα ἐπελεύσῃ, τοὺς μὲν κειμένους ἀνεγείρων, τοὺς δὲ ἑστῶτας ἑδράζων καὶ πηγνὺς, τοὺς δὲ πλανωμένους ἐπανάγων, καὶ τοὺς ἀπολωλότας ἀναζητῶν καὶ εὑρίσκων, ἅπασαν τοῦ διαβόλου συγκόπτων τὴν φάλαγγα. Οἶδα γὰρ, οἶδα σαφῶς τὸ ἄγρυπνόν σου τῆς ψυχῆς, τὸ μεμεριμνημένον τῆς διανοίας, τὸ συνετὸν, τὸ ἐμμελὲς, τὸ προσηνὲς, τὸ ἀνδρεῖον, τὸ εὔτονον, τὸ καρτερικόν. Γράφε τοίνυν ἡμῖν συνεχῶς, καὶ πρὶν ἢ τὴν Φοινίκην ἰδεῖν, ἀπὸ τῆς ὁδοῦ πυκνὰ πέμπων τὰ γράμματα, ἐπεὶ καὶ νῦν ἐθαύμασα πῶς τῶν περὶ τὸν κύριόν μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον Θεόδοτον τὸν πρεσβύτερον παραγινομένων, οὐκ ἐπέσταλκας. Ἵν' οὖν μὴ πάλιν ἀλγῶμεν, μὴ δεχόμενοι γράμματα τῆς σῆς τιμιότητος, εἰ οἷόν τε ᾖ, καθ' ἑκάστην μονὴν πέμπε ἡμῖν συνεχῶς ἐπιστολὰς, ἵνα μανθάνωμεν πόσον τε προέκοψας τῆς ὁδοῦ, καὶ εἰ πλησίον γέγονας τῶν μερῶν ἐκείνων. Πάνυ γὰρ μεριμνῶμεν, καὶ φροντίζομεν· καὶ βουλόμεθα ταῦτα καθ' ἑκάστην ἡμέραν μανθάνειν. Ταῦτ' οὖν εἰδὼς, κύριέ μου τιμιώτατε, χάρισαι ταύτην ἡμῖν μεγίστην τὴν χάριν, καὶ πρὶν ἢ ἀπελθεῖν, καὶ ἐπειδὰν ἀπέλθῃς, συνεχεῖς πέμπων ἐπιστολὰς, καὶ πάντα ἡμῖν δηλῶν, ἵνα ἐὰν μὲν κατορθώματα ᾖ, χαίρωμεν, καὶ εὐφραινώμεθα· ἂν δὲ κωλύματα, παντὶ τρόπῳ, καὶ πάσῃ σπουδῇ πειρώμεθα αὐτὰ ἀνελεῖν. Οὐ γὰρ ἡσυχάσομεν καὶ δι' ἑαυτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, τοῦτο ποιοῦντες, κἂν μυριάκις καὶ εἰς τὴν Κωνσταντινούπολιν ἀποστεῖλαι δέῃ, ὥστε πολλήν σοι γενέσθαι τὴν εὐκολίαν, οὐδὲ τοῦτο παραιτησόμεθα. Ταῦτ' οὖν εἰδὼς, τὰ παρὰ σαυτοῦ πάρεχε ἡμῖν, τὴν ἀγρυπνίαν, καὶ τὴν σπουδήν. Κἂν ἀδελφοὺς δεήσῃ ἀποσταλῆναι, καὶ τοῦτο δήλωσον ἡμῖν. Καὶ τῶν λειψάνων δὲ ἕνεκεν τῶν ἁγίων μαρτύρων ἀμέριμνος ἔσο· καὶ γὰρ εὐθέως ἀπέστειλα τὸν κύριόν μου τὸν εὐλαβέστατον πρεσβύτερον τὸν Τερέντιον πρὸς τὸν κύριόν μου τὸν εὐλαβέστατον ἐπίσκοπον Ὀτρήϊον τὸν Ἀραβισσοῦ. Αὐτὸς γὰρ ἔχει καὶ ἀναμφισβήτητα, καὶ πολλὰ, καὶ εἴσω ὀλίγων ἡμερῶν ἀποστελοῦμέν σοι ταῦτα εἰς τὴν Φοινίκην. Μηδὲν τοίνυν ἐλλιμπανέσθω τῶν παρὰ τῆς σῆς τιμιότητος. Τὰ γὰρ παρ' ἡμῶν ὁρᾷς μεθ' ὅσης πεπλήρωται τῆς προθυμίας. Σπεῦσον, ἵνα πρὸ τοῦ χειμῶνος δυνηθῇς τὰς ἀστέγους ἐκκλησίας ἀπαρτίσαι.