Ancient Greek
Παιανίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Παιανίῳ..1
Not analysed yet
Ὅταν ἐννοήσῃς, δέσποτά μου θαυμασιώτατε καὶ μέλιτος ἡμῖν γλυκύτερε, ὅτι βαρὺ καὶ ἐπαχθὲς τὸ κεχωρίσθαι ἡμῶν, λογιζόμενος οἷον πρᾶγμα μεταχειρίζῃ, καὶ ὅτι πόλιν ὁλόκληρον κατορθοῖς, μᾶλλον δὲ οἰκουμένην ὁλόκληρον διὰ τῆς πόλεως ἐκείνης, σκίρτα καὶ εὐφραίνου. Μετὰ γὰρ τῆς ὠφελείας πολλὴν ἔξεστί σοι καρποῦσθαι καὶ τὴν ἡδονήν. Εἰ γὰρ χρήματά τινες συλλέγοντες τά τε ἀπολλύμενα καὶ ἀπολλύντα αὐτοὺς, τοσαύτης ἐμφοροῦνται τῆς εὐφροσύνης, καὶ οἰκιῶν, καὶ γυναικὸς, καὶ τέκνων, καὶ πάντων τῶν προσηκόντων ἐπὶ πολὺν χωριζόμενοι χρόνον, τίς ἂν παραστήσειε λόγος τὴν ἡδονὴν τοῦ πλούτου, τὸν τοσοῦτον θησαυρὸν, ὃν καθ' ἑκάστην συνάγεις ἡμέραν, καὶ φαινόμενος αὐτόθι μόνον; Οὐ γὰρ δὴ κολακεύων σε ταῦτα λέγω, καὶ ἴσασιν οἱ καὶ ἀκούοντες ἀπόντος σου ταῦτα παρ' ἡμῶν ἐνταῦθα, ἀλλ' ἡδόμενος σφόδρα, καὶ χαίρων, καὶ πτερούμενος ὑπὸ τῆς εὐφροσύνης. Ἀρκεῖς γὰρ, καὶ φαινόμενος, πολλοὺς ὀρθῶσαι τῶν αὐτόθι, στηρίξαι, ἀλεῖψαι, συγκροτῆσαι. Οἶδα ἐγὼ τὸν ἀριστέα τὸν ἐμὸν, οἶδά σου τὰς ἀνδραγαθίας τὰς αὐτόθι, τὸν ζῆλον, τὴν ἀγρυπνίαν, τοὺς δρόμους, τὸν πόνον τῆς ψυχῆς, τὴν παῤῥησίαν, τὴν ἐλευθερίαν μεθ' ἧς καὶ ἐπισκόπων κατεξανίστασο, τοῦ καιροῦ τούτου ἀπαιτοῦντος, μετὰ τοῦ προσήκοντος μέντοι μέτρου. Καὶ ἐθαύμαζόν σε ἐπ' ἐκείνοις, πολλῷ δὲ πλέον νῦν, ὅτι, καὶ μηδενός σοι παραστάντος αὐτόθι, ἀλλὰ τῶν μὲν φευγόντων, τῶν δὲ ἐλαυνομένων, τῶν δὲ κρυπτομένων, μόνος ἕστηκας ἐπὶ τῆς παρατάξεως, τὸ μέτωπον αὐτῆς κατακοσμῶν, καὶ οὐδένα ἀφιεὶς γενέσθαι λειποτάκτην, ἀλλὰ καὶ τοὺς μετὰ τῶν ἐναντίων τεταγμένους τῇ ἐμμελείᾳ σου καθ' ἑκάστην ἡμέραν μεθιστᾷς. Οὐ διὰ ταῦτα δὲ θαυμάζω μόνον, ἀλλ' ὅτι καὶ ἐν ἑνὶ ἱδρυμένος χωρίῳ, τὴν οἰκουμένην ἅπασαν μεριμνᾷς, τὰ ἐν Παλαιστίνῃ, τὰ ἐν Φοινίκῃ, τὰ ἐν Κιλικίᾳ, ὧν καὶ μάλιστα φροντίζειν ὀφείλεις. Παλαιστινοὶ μὲν γὰρ καὶ Φοίνικες, καθὼς ἔγνων σαφῶς, οὐκ ἐδέξαντο τὸν παρὰ τῶν ἐναντίων ἀποσταλέντα ἐκεῖσε, οὐδὲ ἀποκρίσεως αὐτὸν ἠξίωσαν· ὁ δὲ Αἰγῶν, ὡς ἔγνων, καὶ ὁ Ταρσοῦ μετ' ἐκείνων τάττονται, καὶ ὁ Κασταβάλων ἐνταῦθα ἐδήλωσέ τινι τῶν ἡμετέρων φίλων, ὅτι ἀναγκάζουσιν αὐτοὺς οἱ ἀπὸ Κωνσταντινουπόλεως τῇ παρανομίᾳ αὐτῶν συνθέσθαι, καὶ τέως ἀντέχουσι. Πολλῆς τοίνυν σοι δεῖ τῆς μερίμνης, πολλῆς τῆς ἀγρυπνίας, ὥστε καὶ τοῦτο διορθῶσαι τὸ μέρος, τῷ δεσπότῃ μου γράψαντι τῷ ἀνεψιῷ σου, τῷ κυρίῳ τῷ ἐπισκόπῳ Θεοδώρῳ. Τὰ κατὰ Φαρέτριον λυπηρὰ μὲν καὶ σφόδρα ἀνιαρά· πλὴν ἀλλ' ἐπειδὴ οἱ πρεσβύτεροι αὐτοῦ οὔτε συνέτυχον τοῖς ἐναντίοις, ὡς φὴς, οὔτε αἱροῦνται αὐτοῖς κοινωνῆσαι, ἀλλ' ὡς λέγουσιν, ἔτι μεθ' ἡμῶν ἑστήκασι, μηδὲν τούτων κοινωνήσῃς πρὸς αὐτούς· ἐπεὶ ἃ ἐποίησεν εἰς ἡμᾶς ὁ Φαρέτριος οὐδεμίαν ἔχει συγγνώμην. Ὁ μέντοι κλῆρος αὐτοῦ πᾶς καὶ ἤλγει, καὶ ὠδύρετο, καὶ ἐθρήνει, καὶ μεθ' ἡμῶν ὅλως ἦν τῇ γνώμῃ. Ἀλλ' ἵνα μὴ τούτους ποιήσωμεν ἀποπηδῆσαι, καὶ τραχυτέρους ἐργασώμεθα, μαθὼν ἅπαντα τὰ ἀπὸ τῶν ἐπαρχικῶν, παρὰ σαυτῷ κάτεχε, καὶ μετὰ πολλῆς ἡμερότητος αὐτοῖς προσφέρου· οἶδα γάρ σου τὸ οἰκονομικόν· καὶ λέγε, ὅτι Καὶ ἡμεῖς ἠκούσαμεν, ὅτι σφόδρα ἤλγησεν ἐπὶ τοῖς γενομένοις, καὶ ὅτι ἕτοιμος ἦν πάντα παθεῖν ὑπὲρ τοῦ διορθῶσαι πάντα τὰ κακῶς τολμηθέντα. Τὸ σῶμα ἡμῖν ἐν ὑγείᾳ πολλῇ, καὶ τὰ λείψανα τῆς ἀῤῥωστίας ἀπεθέμεθα· ὅταν δὲ ἐννοήσωμεν, ὅτι σοὶ καὶ τοῦτο φροντίς ἐστιν, οὐ μικρὰ καὶ τοῦτο ὑγείας ἡμῖν ὑπόθεσις γίνεται, ὅτι οὕτω σφοδρὸν ἔχομεν ἐραστήν. Ὁ Θεός σοι τῆς τοιαύτης σπουδῆς, τῆς ἀγάπης, τοῦ ζήλου, τῆς ἀγρυπνίας δῷ τὸν μισθὸν, κἀν τῷ παρόντι βίῳ, κὰν τῷ μέλλοντι αἰῶνι, καὶ τειχίσειε, καὶ φρουρήσειε, καὶ ἀσφαλίσαιτο, καὶ καταξιώσειε τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν. Δοίη δὲ καὶ ἡμῖν ταχέως ἰδεῖν σου τὸ ποθεινὸν πρόσωπον, ἀπολαῦσαί σου τῆς γλυκείας ψυχῆς, καὶ τὴν καλλίστην ταύτην ἑορτὴν ἀγαγεῖν. Οἶσθα γὰρ ὅτι καὶ ἑορτὴ ἡμῖν καὶ πανήγυρις τὸ καταξιωθῆναι τῆς ἡδίστης καὶ πολλῶν ἀγαθῶν γεμούσης συνουσίας σου, καὶ ταύτης ἀπολαῦσαι πάλιν.