Ancient Greek
Σαλουστίῳ πρεσβυτέρῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Σαλουστίῳ πρεσβυτέρῳ.
Not analysed yet
Οὐχ ὡς ἔτυχεν ἤλγησα ἀκούσας ὅτι καὶ σὺ καὶ Θεόφιλος ὁ πρεσβύτερος ἀνεπέσετε. Ἔγνων γὰρ ὅτι ὁ μὲν ὑμῶν πέντε ὁμιλίας εἶπεν ἕως Ὀκτωβρίου μηνὸς, ὁ δὲ οὐδεμίαν, καὶ τῆς ἐρημίας μοι τῆς ἐνταῦθα τοῦτο γέγονε χαλεπώτερον. Βουλήθητε τοίνυν, εἰ μὲν ψεῦδος τοῦτο, δηλῶσαί μοι· εἰ δὲ ἀληθὲς, διορθώσασθαι· καὶ ἀλλήλους διεγείρατε· ἐπεὶ σφόδρα με ἔχετε λυπῆσαι, καίτοι μεθ' ὑπερβολῆς σφόδρα ἀγαπῶντα ὑμᾶς. Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ παρὰ τοῦ Θεοῦ πολὺ καθ' ἑαυτῶν ἐπισπάσεσθε τὸ κρῖμα, ἀργίᾳ τοσαύτῃ συζῶντες καὶ ὄκνῳ, καὶ τὰ παρ' ἑαυτῶν οὐκ εἰσφέροντες. Ποίαν γὰρ σχοίητε συγγνώμην ἑτέρων διωκομένων, ἐξοριζομένων, ἐλαυνομένων, ὑμεῖς δὲ μηδὲ τὴν ἀπὸ τῆς παρουσίας ὑμῶν ἢ τῆς διδασκαλίας εἰσφέροντες τῷ χειμαζομένῳ λαῷ σπουδήν;