Ancient Greek · ~4 min
Πορφυρίῳ ἐπισκόπῳ Ῥωσοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Πορφυρίῳ ἐπισκόπῳ Ῥωσοῦ.
Not analysed yet
Οἶδά σου τῆς ἀγάπης τὸ στεῤῥὸν, τὸ ἀπερίτρεπτον, τὸ ἀκλινὲς, καὶ ὡς οὐδεμία πραγμάτων δυσκολία αὐτὴν παρασαλεῦσαι δύναιτ' ἄν· τοῦτο διὰ τῶν ἔργων ἔδειξας. Διὰ τοῦτο καὶ ἡμεῖς, καίτοι ἐν ἀῤῥωστίᾳ καθεστῶτες, καὶ εἰς τὸ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ἐρημότατον χωρίον ἀπενεχθέντες, τὴν Κουκουσὸν, καὶ ὑπὸ τῆς τῶν Ἰσαύρων ἐφόδου πολιορκούμενοι, καὶ ἐν πολλαῖς ὄντες περιστάσεσι, καὶ γράφομεν, καὶ τὴν ὀφειλομένην ἀποδίδομεν πρόσρησιν τῇ εὐλαβείᾳ τῇ σῇ, τῷ σώματι μὲν διεστηκότες, τῇ ψυχῇ δὲ συνδεδεμένοι, καὶ μεγίστην ἐντεῦθεν καρπούμεθα τὴν παράκλησιν. Εἰ γὰρ καὶ πολλὴ τῆς ἐντεῦθεν διατριβῆς ἡ δυσκολία, ἀλλ' ἓν τοῦτο μέγιστον ἐντεῦθεν καρπούμεθα, τὸ ἐκ γειτόνων ὑμῖν εἶναι, καὶ συνεχῶς δύνασθαι, ὀλίγου τοῦ μέσου τῆς ὁδοῦ ταύτης ὄντος, καὶ ἐπιστέλλειν πρὸς τὴν ὑμετέραν εὐλάβειαν, καὶ δέχεσθαι παρ' ὑμῶν γράμματα. Καὶ γὰρ ταύτης ἀπολαύοντες τῆς ἑορτῆς (ἑορτὴν γὰρ ἐγὼ τοῦτο τίθεμαι, καὶ πανήγυριν, καὶ πολλῆς ἡδονῆς ὑπόθεσιν), οὐδὲ μικρὰν αἴσθησιν τῆς ἐρημίας, καὶ τοῦ φόβου, καὶ τῆς ἀγωνίας ληψόμεθα.