Ancient Greek · ~4 min
Βρίσωνι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Βρίσωνι.-2
Not analysed yet
Ἑβδομήκοντα σχεδὸν ἡμέρας ἀναλώσαντες κατὰ τὴν ὁδὸν, ὅθεν λογίζεσθαι ἔξεστι τῇ θαυμασιότητί σου, ὅσα τε καὶ ἡλίκα πεπόνθαμεν κακὰ, φόβῳ τε Ἰσαυρικῷ πολιορκούμενοι πολλαχοῦ, καὶ πυρετοῖς ἀφορήτοις παλαίοντες, ὀψέ ποτε ἀπηντήσαμεν εἰς τὴν Κουκουσὸν, τὸ πάσης τῆς οἰκουμένης ἐρημότατον χωρίον. Καὶ ταῦτα λέγω οὐκ ἀξιῶν ἐνοχλῆσαί τινα, ὥστε ἡμᾶς μεταστῆσαι ἐντεῦθεν (τὸ γὰρ χαλεπώτατον διηνύσαμεν, τῆς ὁδοῦ τὴν ταλαιπωρίαν), ἀλλ' ὑμᾶς χάριν αἰτῶ, τὸ συνεχῶς ἡμῖν ἐπιστέλλειν, μηδὲ, ἐπειδὴ ποῤῥωτέρω μετῳκίσθημεν ὑμῶν, καὶ ταύτης ἡμᾶς ἀποστερῆσαι τῆς παραμυθίας. Ἴστε γὰρ ὅση παράκλησις ἡμῖν γίνεται, εἰ καὶ τὰ ἡμέτερα ἐν θλίψει καὶ περιστάσει, ὅταν ἀκούωμεν τὰ περὶ τῆς ὑγείας ὑμῶν τῶν ἀγαπώντων ἡμᾶς, ὅτι ἐν εὐθυμίᾳ καὶ ὑγείᾳ ἐστὲ, καὶ ἀδείᾳ πολλῇ. Ἵν' οὖν ἐντεῦθεν πολλῆς ἀπολαύωμεν τῆς εὐφροσύνης, γράφε ταῦτα συνεχῶς ἡμῖν. Οὐ γὰρ ὡς ἔτυχεν ἡμᾶς ἀνακτήσῃ, ἀλλὰ πολλῆς ἡμᾶς παρασκευάσεις ἀπολαῦσαι τῆς παραμυθίας· καὶ γὰρ οὐκ ἀγνοεῖς, ὅπως χαίρομεν τοῖς σοῖς ἀγαθοῖς.