Ancient Greek · ~6 min
Πρεσβυτέροις Ῥωμαίοις ἐλθοῦσι μετὰ τῶν ἐπισκόπων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Πρεσβυτέροις Ῥωμαίοις ἐλθοῦσι μετὰ τῶν ἐπισκόπων.
Not analysed yet
Πολὺν ὑπομεμενήκατε πόνον, μακρὰν οὕτω καὶ διαπόντιον ἀποδημίαν στειλάμενοι, πολὺν τὸν ἱδρῶτα, ἀλλ' οὐχ ὑπὲρ τῶν βιωτικῶν καὶ ἐπικήρων πραγμάτων, ἀλλ' ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων, ὑπὲρ ὧν καὶ πολλῷ μείζονα τῶν πόνων λήψεσθε τὰ βραβεῖα παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Οὐ μικρὰ τοίνυν καὶ ὑμῖν καὶ ἡμῖν ἔσται παράκλησις ὁ πόνος ὑμῶν καὶ ἡ σπουδή· ὑμῖν μὲν, ὅτι ὑπὲρ εἰρήνης τοσούτων Ἐκκλησιῶν ὁ καλὸς οὗτος ὑμῖν ἀγὼν, καὶ ἐπὶ πολλῷ μείζοσι στεφάνοις ἡ ἀντίδοσις· ἡμῖν δὲ, ὅτι τοσαύτης παρ' ὑμῶν ἀπηλαύσαμεν ἀγάπης, καὶ παρὰ τῶν τοσούτων καὶ τηλικούτων ἀνδρῶν πολλῆς τετυχήκαμεν τῆς σπουδῆς, καὶ τῷ σώματι τοσοῦτον διῳκισμένους ὁδοῦ μῆκος τῇ τῆς ἀγάπης ἁλύσει ὑμῖν αὐτοῖς συνεδήσατε μετὰ πολλῆς τῆς ἀκριβείας. Διὰ ταῦτα χάριτας ὑμῖν ἴσμεν πολλὰς, καὶ ἀνακηρύττοντες ὑμῶν τὴν πολλὴν εὔνοιαν οὐ παυόμεθα. Βοᾷ μὲν γὰρ αὐτὴν καὶ αὐτὴ τῶν πραγμάτων ἡ φωνὴ, οὐ διαλιμπάνομεν δὲ καὶ ἡμεῖς διὰ τῆς ἡμετέρας τοῦτο ἐργαζόμενοι γλώττης. Εἰ δὲ νῦν πρῶτον ὑμῖν ἐπεστάλκαμεν, οὐκ ἀπὸ τῆς ῥᾳθυμίας, ἀλλ' ἀπὸ τῆς τοῦ τόπου ἐρημίας τοῦτο πεπόνθαμεν. Νῦν γοῦν ἐπιλαβόμενοι τοῦ κυρίου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, διαβαίνοντος οἷ διάγετε, τήν τε ὀφειλομένην ὑμῖν ἀποδιδόαμεν πρόσρησιν, καὶ παρακαλοῦμεν ὑμᾶς μετὰ τῆς πρεπούσης ὑμῖν ἀγάπης αὐτὸν ὑποδέξασθαι, καὶ ἐπανιόντος, τὰ περὶ τῆς ὑγείας ἡμῖν δηλῶσαι τῆς ὑμετέρας, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν. Ὑπὲρ δὲ τοῦ τὴν προσήκουσαν σπουδὴν ἐπιδείξασθαι εἰς τὴν τοῦ πράγματος ὑπόθεσιν, εἰς ἥν ἐστε ἀφιγμένοι, οὐδὲν οἶμαι δεῖσθαι τὴν εὐλάβειαν ὑμῶν τῆς ἑτέρωθεν ὑπομνήσεως· καὶ τοῦτο δῆλον πεποιήκατε διὰ τῆς σπουδῆς, ἣν διὰ παντὸς ἐπεδείξασθε τοῦ χρόνου.