Ancient Greek · ~5 min
Ἐπισκόπῳ ἐλθόντι ἀπὸ Δύσεως.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἐπισκόπῳ ἐλθόντι ἀπὸ Δύσεως.
Not analysed yet
Ὅταν ἐννοήσω τὸν ἱδρῶτα, ὃν ἵδρωσας, καὶ οἴκοι καθήμενος, καὶ μακρὰν οὕτω καὶ διαπόντιον ἀποδημίαν στειλάμενος, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων πραγμάτων, καὶ πρὸ τοῦ τέλους σε στεφανῶν καὶ ἀνακηρύττων καὶ μακαρίζων οὐ παύομαι. Ἄν τε γὰρ γένηταί τι πλέον ἀπὸ τῆς ὑμετέρας σπουδῆς, δέσποτά μου τιμιώτατε, ἄν τε ἐπὶ τῆς αὐτῆς μένωσι φιλονεικίας οἱ τὰς ταραχὰς παρὰ τὴν ἀρχὴν ἐμβαλόντες, ἀνίατα νοσοῦντες, ὑμῖν ὁ μισθός ἐστιν ἀπηρτισμένος ἀπὸ τῆς γνώμης καὶ τοῦ τὰ παρ' ἑαυτῶν ἅπαντα εἰσενεγκεῖν. Διὰ τοῦτο ὑμᾶς μακαρίζομεν, θαυμάζομεν, χάριτας ὑμῖν ὁμολογοῦντες οὐ διαλιμπάνομεν. Καὶ ἐβουλόμεθα μὲν καὶ συνεχέστερον ἐπιστέλλειν· ἐπειδὴ δὲ τοῦτο ἡμᾶς παρείλετο ἡ τοῦ χωρίου τούτου, ἐν ᾧ καθείργμεθα, ἐρημία, νῦν ὅτε ἐπετύχομεν τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, καὶ γράφομεν, καὶ τὴν ὀφειλομένην ὑμῖν ἀποδιδόαμεν πρόσρησιν. Γνώμῃ μὲν γὰρ καὶ διαθέσει πολλάκις ἐπεστάλκαμεν, χάρτῃ δὲ καὶ μέλανι πρῶτον νῦν, ἐπειδὴ καὶ νῦν πρῶτον τὸν πρὸς ὑμᾶς ἀφικνούμενον εὑρήκαμεν. Δεξάμενοι τοίνυν αὐτὸν ὡς ὑμῖν πρέπον ἐστὶ, καὶ τὴν προσήκουσαν περὶ αὐτὸν ἐπιδειξάμενοι ἀγάπην, δότε ἐντρυφῆσαι ὑμῶν τῇ διαθέσει. Οὐ γὰρ μικρὰν ἕξει τῆς τοσαύτης ταλαιπωρίας, τῆς κατὰ τὴν ὁδοιπορίαν, παραμυθίαν καὶ παράκλησιν, τὸ τῆς εὐνοίας ἀπολαῦσαι τῆς ὑμετέρας. Ὅτι γὰρ ὑπὲρ τοῦ ἐῤῥωμενεστάτῃ χρήσασθαι τῇ σπουδῇ τῶν ταῖς Ἐκκλησίαις ἕνεκεν συμφερόντων οὐδὲν δεήσεσθε τῆς ἑτέρων ὑπομνήσεως, ἐδείξατε διὰ τῶν πραγμάτων αὐτῶν.