Ancient Greek · ~3 min
Πρόβῃ ἐλευθέρᾳ, ἐν Ῥώμῃ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Πρόβῃ ἐλευθέρᾳ, ἐν Ῥώμῃ.
Not analysed yet
Εἰ καὶ πολλῷ διῳκίσμεθα τῷ μέσῳ τῆς ὁδοῦ, ἀλλὰ τῆς γνησίας σου καὶ θερμῆς ἀγάπης, ὡς παρόντες, καὶ πάντα τὰ σὰ ὁρῶντες, οὕτως ἀκριβῆ πεῖραν εἰλήφαμεν, τῶν ἐκεῖθεν ἀφικνουμένων πρὸς ἡμᾶς ἀπαγγελλόντων περὶ τῆς σῆς ἐμμελείας ταῦτα, ἅπερ ἐπεθυμοῦμεν μανθάνειν. Διὰ τοῦτό σοι χάριτας ἴσμεν πολλὰς καὶ μεγάλας, καὶ ἐναβρυνόμεθα, καὶ καλλωπιζόμεθα ἐπὶ τῇ διαθέσει τῆς εὐγενείας σου· καὶ τοὺς ἀγαπητοὺς, τὸν εὐλαβέστατον πρεσβύτερον Ἰωάννην, καὶ τὸν τιμιώτατον διάκονον Παῦλον παρακατατιθέμεθά σου τῇ κοσμιότητι, ὡς εἰς λιμένα τὰς σὰς αὐτοὺς παραπέμποντες χεῖρας. Ἰδεῖν τοίνυν αὐτοὺς ὥς σοι πρέπον ἐστὶ, δέσποινά μου τιμιωτάτη καὶ εὐγενεστάτη, παρακλήθητι. Οἶσθα γὰρ, ὅσος ἔσται σοι τῆς φιλοφροσύνης ταύτης ὁ μισθός. Καὶ ἡνίκα ἂν ἐξῇ, συνεχέστερον ἡμῖν δήλου τὰ περὶ τῆς ὑγείας τῆς σῆς, περὶ ἧς σφόδρα περισπούδαστον ἡμῖν μανθάνειν, ἐπειδήπερ σφόδρα αὐτῆς ἀντεχόμεθα.