Ancient Greek · ~4 min
Τοῖς αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Τοῖς αὐτοῖς.-5
Not analysed yet
Χάριν ὑμῖν ἴσμεν πολλὴν τῆς τοσαύτης εὐτονίας, καὶ σπουδῆς, καὶ φροντίδος, καὶ τῶν πόνων, καὶ τῶν ἱδρώτων καὶ τῆς μακρᾶς ταύτης ἀποδημίας, ἣν ὑπὲρ τῶν συμφερόντων τῇ Ἐκκλησίᾳ πεποίησθε. Ὅσῳ γὰρ τοῖς ταράττουσιν ἅπαντα μεῖζον τὸ κρῖμα, τοσούτῳ καὶ ὑμῖν πλείων ὁ μισθὸς, τοσαύτῃ κεχρημένοις ὑπομονῇ καὶ σπουδῇ εἰς διόρθωσιν τῶν κακῶς παρ' ἑτέρων γεγενημένων. Καὶ ἐβουλόμεθα μὲν καὶ παρόντες κατὰ πρόσωπον συντυχεῖν ὑμῶν τῇ εὐλαβείᾳ· ἐπειδὴ δὲ τοῦτο ἀφῃρήμεθα ἀπὸ τῆς κατὰ τὴν ἐξορίαν ἀνάγκης, ὀψέ ποτε καὶ μόλις ἐπιτυχόντες τοῦ πρὸς ὑμᾶς ἀφικνουμένου, τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, διεπεμψάμεθα ταυτὶ τὰ γράμματα, τήν τε ὀφειλομένην ἀποδιδόντες πρόσρησιν, καὶ εὐχαριστοῦντες ὑπέρ τε τῶν παρελθόντων, ὑπέρ τε τῶν νῦν, ὑπέρ τε ὁλοκλήρου τῆς διορθώσεως τῶν κακῶν. Κἂν γὰρ μηδὲν γένηται πλέον, ὑμεῖς τὸ ὑμέτερον πεποιήκατε. Διὸ καὶ ἀπηρτισμένον ἔχετε παρὰ τοῦ φιλανθρώπου Θεοῦ τὸν μισθὸν, τοσαύτῃ καὶ σπουδῇ καὶ προθυμίᾳ πρὸς τὸ τὰ κακῶς γεγενημένα ἰάσασθαι διὰ παντὸς χρησάμενοι τοῦ χρόνου.