Ancient Greek · ~4 min
Πρὸς τὸν Ἀντιοχείας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Πρὸς τὸν Ἀντιοχείας.
Not analysed yet
Ἔδει μὲν τὴν ὑμετέραν εὐλάβειαν μὴ τοῖς ῥήμασι τῶν εἰρηκότων παρατρέπεσθαι τὴν διάνοιαν, ἀλλ' ἐν τῷ πλήθει τοῦ ψεύδους μετὰ πολλῆς τῆς σκέψεως ἀνιχνεύεσθαι τὴν ἀλήθειαν. Εἰ γὰρ ἅπαντα τὰ θρυλλούμενα ἀλήθειαν ὑπολάβοις, κινδυνεύσειαν ἂν ἅπαντες· εἰ δὲ κρίσει καὶ νόμοις ἀνιχνεύεται τὰ λανθάνοντα, κριτήριον ἂν ἔγωγε παρ' ὑμῶν ἐπεζήτησα, εἰ μή τις ἕτερα αὖθις ὅπλα συκοφαντίας μοι ἐπιπνεύσει. Δέδοικα γὰρ, δέδοικα λοιπὸν τὰς σκιὰς, καὶ τὰ φαντάσματα, ἐπειδὴ αὐτοὶ ἐδικαιώσατε οὕτως. Οἱ φίλοι τὴν φιλίαν ἠρνήσαντο, οἱ πλησίον ὄντες πόῤῥωθεν ἔστησαν, καὶ πόῤῥωθεν ὄντες τὰ βέλη τῆς συκοφαντίας ἀποτοξεύουσιν. Ἐν μέσῳ δὲ τοῦ λιμένος ὄντα με ναυάγιον ὑπομεῖναι ἐποιήσατε. Ἀλλ' εἰ καὶ τῆς πόλεως ἐκβάλλομαι, καὶ τῆς Ἐκκλησίας ἀπείργομαι, πείθομαι πρὸς πᾶσαν ἀποδύσασθαι τιμωρίαν. Κέκριται γάρ μοι φιλοσοφεῖν, καὶ φέρειν γενναίως τὰ δυσχερῆ. Οἶδα γὰρ, οἶδα σαφῶς τὴν ἐρημίαν εὐτονωτέραν εἶναι τῆς πόλεως, καὶ τὰ θηρία τοῦ ἀγροῦ τῶν φίλων ἡμερώτερα. Ἔῤῥωσο.