Ancient Greek · ~7 min
Στουδίῳ ἐπάρχῳ πόλεως.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Στουδίῳ ἐπάρχῳ πόλεως.
Not analysed yet
Οἶδα μὲν, ὅτι συνετὸς ὢν, καὶ φιλοσοφεῖν εἰδὼς, καὶ πρὸ τῶν γραμμάτων τῶν ἡμετέρων πράως οἴσεις τοῦ μακαρίου ἀδελφοῦ τῆς μεγαλοπρεπείας τῆς σῆς τὴν ἀποδημίαν· οὐ γὰρ ἂν αὐτὴν καλέσαιμι θάνατον. Ἐπειδὴ δὲ καὶ ἡμᾶς ἀναγκαῖον τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν, παρακαλῶ σου τὴν θαυμασιότητα, δέσποτα μεγαλοπρεπέστατε, καὶ ἐν τῷ καιρῷ τούτῳ δεῖξαι σαυτὸν, οὐχ ὥστε μὴ ἀλγεῖν (τοῦτο γὰρ ἀμήχανον, ἄνθρωπον ὄντα, καὶ σαρκὶ συμπεπλεγμένον, καὶ τοιοῦτον ἐπιζητοῦντα ἀδελφὸν), ἀλλ' ὥστε μέτρον ἐπιθεῖναι τῇ λύπῃ. Οἶσθα γὰρ τῶν ἀνθρωπίνων τὸ ἐπίκηρον, καὶ ὅτι ποταμίων ῥευμάτων μιμεῖται φύσιν τὰ πράγματα, καὶ ὡς ἐκείνους μόνους χρὴ μακαρίζειν, τοὺς μετὰ χρηστῆς ἐλπίδος καταλύοντας τὸν παρόντα βίον. Οὐ γὰρ ἐπὶ θάνατον ἔρχονται, ἀλλ' ἀπὸ τῶν ἀγώνων ἐπὶ τὰ βραβεῖα, ἀπὸ τῶν παλαισμάτων ἐπὶ τοὺς στεφάνους, ἀπὸ τῆς τεταραγμένης θαλάσσης ἐπὶ λιμένα ἀκύμαντον. Ταῦτ' οὖν ἐννοῶν παρακάλει σαυτὸν, ἐπεὶ καὶ ἡμεῖς οὐχ ὡς ἔτυχεν ἀλγοῦντες, μεγίστην τῆς ἀλγηδόνος ἔχομεν παραμυθίαν, τὴν ἀρετὴν τοῦ ἀνδρὸς, ἣν καὶ αὐτῷ σοὶ μεγίστην οἶμαι φέρειν παράκλησιν. Εἰ μὲν γὰρ πονηρός τις ἦν ὁ ἀπελθὼν, καὶ κακίας γέμων, ἔδει θρηνεῖν καὶ ὀλοφύρεσθαι τούτου χάριν· ἐπειδὴ δὲ τοιοῦτος καὶ οὕτω βεβιωκὼς, ὡς ἅπασα οἶδεν ἡ πόλις, μετ' ἐπιεικείας, μετὰ χρηστότητος, τὸ δίκαιον ἀεὶ τιμήσας, παῤῥησίᾳ τῇ προσηκούσῃ χρησάμενος, ἐλευθερίᾳ, ἀνδρείᾳ, οὐδὲν τὰ παρόντα ἡγησάμενος, ἀλλ' ἀλλότριος τῆς βιωτικῆς γενόμενος φροντίδος, ἀγάλλεσθαι χρὴ, ἐκείνῳ τε συνήδεσθαι, τῇ τε θαυμασιότητι τῇ σῇ, ὅτι τοιοῦτον προέπεμψας ἀδελφὸν, ἐν ἀσύλῳ λοιπὸν θησαυρῷ, ἅπερ ἔχων ἀπῆλθεν, ἔχοντα τὰ ἀγαθά. Μὴ τοίνυν ἀνάξιόν τι σαυτοῦ λογίσῃ, δέσποτά μου θαυμασιώτατε, κατακλώμενος τῷ πένθει, ἀλλὰ δεῖξον σαυτὸν καὶ ἐν τῷ παρόντι καιρῷ, καὶ δηλῶσαι ἡμῖν παρακλήθητι, ὅτι γέγονέ σοί τι πλέον καὶ ἀπὸ τῶν γραμμάτων τῶν ἡμετέρων, ἵνα καὶ ἡμεῖς, ἐκ τοσούτου καθήμενοι διαστήματος, καλλωπιζώμεθα, ἀπὸ ψιλῆς ἐπιστολῆς πολὺ τῆς ἀθυμίας ταύτης ὑποτέμνεσθαι δυνηθέντες.