Ancient Greek
Ἡσυχίῳ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Ἡσυχίῳ.-4
Not analysed yet
Τί τοῦτο; Οὕτως ἡμῶν σφοδρῶς ἐρῶν (οὐδὲ γὰρ ἔλαθες ἡμᾶς, ἐπείπερ οὐ δυνατὸν ἐραστήν ποτε σφοδρὸν λαθεῖν τὸν ἐρώμενον), γραμμάτων ἡμᾶς οὐκ ἠξίωσας, ἀλλ' ἠνέσχου σιγῇ κατέχειν τὸν ἔρωτα; Τί ποτε ἄρα τὸ αἴτιον; Ἐγὼ μὲν εἰπεῖν οὐκ ἔχω· σὸν δὲ ἂν εἴη μετὰ τὸ λῦσαι τὴν σιγὴν, καὶ τὴν αἰτίαν εἰπεῖν τῆς σιγῆς. Διὰ γὰρ τοῦτο καὶ πρότερον τοῖς πρὸς τὴν σὴν εὐγένειαν ἐπεπηδήσαμεν γράμμασιν, ἵνα μηδὲ εἰς τοῦτό σοι καταφυγεῖν ἐξῇ. Γράφε δὴ συνεχῶς ἡμῖν, δέσποτα αἰδεσιμώτατε καὶ εὐγενέστατε, καὶ πλήρου τὴν ἐπιθυμίαν ἡμῶν. Καὶ γὰρ ἅπαξ χειρωθέντες ἀπὸ φήμης ψιλῆς μόνης, καὶ συνδεθέντες σου τῇ εὐγενείᾳ, οὐδὲ ἂν αὐτοὶ σιγᾷν δυνηθείημεν λοιπὸν, οὔτε τοῦ σιγῶντος ἀνέχεσθαι, ἀλλὰ μυρία σοι παρέξομεν πράγματα, εἰ μὴ συνεχεῖς καὶ πυκνὰς ἡμῖν πέμπεις τὰς ἐπιστολὰς, τῇ πυκνότητι τῶν γραμμάτων τὴν ἐκ τῆς παρουσίας σοφιζόμενος ἡδονήν.