Ancient Greek
Τοῖς αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Τοῖς αὐτοῖς.-2
Not analysed yet
Ἡμεῖς μὲν ἐποθοῦμεν καὶ ταῖς τοῦ σώματος ὄψεσιν ὑμᾶς θεάσασθαι· ἐπειδὴ δὲ τοῦτο οὐκ ἔνι, τῷ τῆς ἐξορίας δεσμῷ κατεχομένων ἡμῶν, τοῖς ὀφθαλμοῖς τῆς ἀγάπης ὑμᾶς καθ' ἑκάστην φανταζόμεθα τὴν ἡμέραν, καὶ περιπτυσσόμεθα, καὶ κροτοῦντες καὶ θαυμάζοντες οὐ διαλιμπάνομεν, ὅτι τοσαύτην προθυμίαν καὶ σπουδὴν ἐξ ἀρχῆς μέχρι νῦν μεμενήκατε ἐπιδεικνύμενοι ὑπὲρ τῶν τῆς Ἀνατολῆς Ἐκκλησιῶν· καὶ παρακαλοῦμεν ἄξιον τῶν προοιμίων ἐπιδείξασθαι τὸ τέλος. Εἰ γὰρ οἱ πάντα ταράξαντες, καὶ θορύβων ἐμπλήσαντες, τοσαύτῃ κέχρηνται τῇ φιλονεικίᾳ, πολλῷ μᾶλλον ὑμᾶς, τοὺς τὰ κακῶς γεγενημένα διορθοῦν ἐσπουδακότας, πολλῇ δίκαιον κεχρῆσθαι τῇ ὑπομονῇ, καὶ καρτερίᾳ τῇ περὶ τὴν τοιαύτην σπουδήν. Οὕτω γὰρ πλείων ὑμῖν ἔσται ὁ μισθὸς, καὶ μείζων ἡ ἀμοιβὴ, ὅταν καὶ πολλῶν κωλυμάτων γινομένων, μὴ ἀνακρούησθε, ἀλλὰ μένητε τὴν τῶν πραγμάτων δυσκολίαν τῇ παρ' ἑαυτῶν ἀποτειχίζοντες ἀγρυπνίᾳ τε καὶ σπουδῇ.