Ancient Greek · ~4 min
Χρωματίῳ ἐπισκόπῳ Ἀκυληΐας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Χρωματίῳ ἐπισκόπῳ Ἀκυληΐας.
Not analysed yet
Ἤχησε καὶ μέχρις ἡμῶν ἡ μεγαλόφωνος τῆς θερμῆς σου καὶ γνησίας ἀγάπης σάλπιγξ, μέγα τι καὶ διωλύγιον ἐκ τοσούτου πνεύσασα τοῦ διαστήματος, καὶ πρὸς αὐτὰ ἀφικομένη τῆς γῆς τὰ πέρατα. Καὶ τῶν παρόντων οὐκ ἔλαττον ἴσμεν ἡμεῖς, οἱ τοσοῦτον ἀπῳκισμένοι μῆκος ὁδοῦ, τὴν σφοδροτάτην σου καὶ πυρὸς γέμουσαν ἀγάπην, τὴν εἰλικρινῆ καὶ ἐλευθερίας πολλῆς καὶ παῤῥησίας ἐμπεπλησμένην γλῶτταν, τὴν ἔνστασιν τὴν ἀδάμαντα μιμουμένην. Διὸ καὶ σφόδρα ἐπιθυμοῦμεν καὶ τῆς κατὰ πρόσωπον ἀπολαῦσαί σου συντυχίας. Ἀλλ' ἐπειδὴ καὶ τοῦτο ἡμᾶς ἡ ἐρημία αὕτη παρείλετο, ᾗ νῦν ἐσμεν πεπεδημένοι, εὑρόντες τὸν κύριόν μου τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον, καθὼς ἔνι, τὴν ἐπιθυμίαν πληροῦμεν τὴν ἑαυτῶν, γράφοντες καὶ προσαγορεύοντες, χάριτας ὁμολογοῦντες ὑμῖν πολλὰς ὑπὲρ τῆς σπουδῆς, ἣν διὰ παντὸς τοῦ μακροῦ τούτου χρόνου, μετὰ πολλῆς ἐπεδείξασθε τῆς εὐτονίας. Καὶ παρακαλοῦμεν ἡνίκα ἂν ἐπανίῃ, καὶ τούτου χωρὶς, διὰ τῶν ἐμπιπτόντων γραμματηφόρων, εἴ γέ τινες εὑρεθεῖεν οἱ πρὸς τὴν ἐρημίαν ταύτην ἀφικνούμενοι, τὰ περὶ τῆς ὑγείας ἡμῖν ἐπιστέλλειν τῆς ὑμετέρας. Οἶσθα γὰρ ὅσην ἐντεῦθεν καρπωσόμεθα τὴν ἡδονὴν, τῶν οὕτω θερμῶς περὶ ἡμᾶς διακειμένων τὴν ὑγείαν πυκνοτέρως εὐαγγελιζόμενοι.