Ancient Greek · ~4 min
Τοῖς αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Τοῖς αὐτοῖς.-3
Not analysed yet
Οὐ μικρὰν καὶ ὑμῖν αὐτοῖς στεφάνων ὑπόθεσιν, καὶ ἡμῖν παρακλήσεως ἀφορμὴν ἀπὸ τῆς καλλίστης ὑμῶν ταύτης σπουδῆς, καὶ τῶν πόνων, καὶ τῶν ἱδρώτων κατεσκευάσατε. Διὸ καὶ ἐκ τοσούτου καθήμενοι διαστήματος, ἀνακηρύττομεν ὑμᾶς, χάριτας ὁμολογοῦμεν, καὶ στεφανοῦμεν, καὶ μακαρίζομεν. Καὶ ἐβουλόμεθα μὲν καὶ συνεχέστερον ἐπιστέλλειν· καὶ γὰρ μεγίστην ἐντεῦθεν ἂν ἐκαρπωσάμεθα τὴν παραμυθίαν, εἴ γε τῶν τὰ γράμματα διακομιζόντων ἐπετυγχάνομεν. Ἐπειδὴ δὲ οὐ ῥᾴδιον ἡμῖν τοῦτο πρὸς αὐτὰς τὰς ἐσχατιὰς τῆς οἰκουμένης ἀπῳκισμένοις, καὶ οὐδενὸς ἡμῖν ταχέως ἐπιχωριάζειν δυναμένου, νῦν ὅτε ἐπετύχομεν τοῦ κυρίου μου τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου, τὴν ὀφειλομένην ἀποδεδώκαμεν πρόσρησιν, καὶ παρακαλοῦμεν ὑμῶν τὴν εὐλάβειαν, ἐννοοῦντας τοῦ κατορθώματος τὸ μέγεθος, εἰ καὶ πολὺς ὁ παρελθὼν ἀνηλώθη χρόνος, καὶ ἐπὶ τὸ χεῖρον τῶν ἐναντιουμένων αὔξεται ἡ φιλονεικία, καὶ μένουσι νοσοῦντες ἀνίατα, τὰ γοῦν παρ' ὑμῶν μὴ διαλιπεῖν εἰς διόρθωσιν τῶν γεγενημένων εἰσφέροντας. Ὅσῳ γὰρ πλείων ἡ δυσκολία, τοσούτῳ μείζων καὶ δαψιλεστέρα ἔσται τῶν καλῶν τούτων ἀγώνων ὑμῖν ἡ ἀμοιβὴ παρὰ τοῦ φιλανθρώπου Θεοῦ.