Ancient Greek · ~4 min
Τοῖς αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Τοῖς αὐτοῖς.-4
Not analysed yet
Οὐ μικρὰν ἔχομεν παραμυθίαν τῶν κατειληφότων τὰ ἐνταῦθα κακῶν, τῆς ὑμετέρας σπουδῆς τὸ μέγεθος. Ἱκανὰ μὲν γὰρ καὶ τὰ ἔμπροσθεν παρ' ὑμῶν γεγενημένα, ἡ ἀγρυπνία, καὶ ἡ σπουδὴ, καὶ ἡ τοσαύτη φροντὶς, πολλὴν ἡμῖν παρασχεῖν τὴν παράκλησιν· ὃ δὲ νῦν προσεθήκατε, τὸ μακρὰν οὕτως ἀποδημίαν στείλασθαι, ὑπὲρ τῶν ταῖς Ἐκκλησίαις συμφερόντων, σφόδρα πάντας ἡμᾶς ἀναπνεῦσαι πεποίηκε. Καὶ κοινῇ πάντες ὑμῖν χάριτας ὁμολογοῦμεν πολλὰς ὑπὲρ τῶν τοσούτων πόνων, καὶ τῶν ἱδρώτων, καὶ τῶν καλῶν τούτων ἀγώνων, καὶ μακαρίζοντες ὑμᾶς οὐ διαλιμπάνομεν τῆς καλῆς ταύτης προθυμίας τε καὶ σπουδῆς. Διὸ καὶ τὸν κύριόν μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον παρεκαλέσαμεν δραμεῖν ἕως ὑμῶν. Δεξάμενοι τοίνυν αὐτὸν μετὰ τῆς ὑμῖν πρεπούσης φιλοφροσύνης, ἄξιον τοῖς προοιμίοις τὸ τέλος ἐπιθεῖναι παρακλήθητε. Εἰ γὰρ καὶ ἀνίατα νοσοῦσι τέως οἱ τοσούτους χειμῶνας καὶ πολέμους ταῖς Ἐκκλησίαις ἐργασάμενοι, τοσοῦτον ταλανίζειν μὲν ἐκείνους καὶ δακρύειν χρὴ, ὑμᾶς δὲ ἐκπλήττεσθαι καὶ ἀνακηρύττειν, ὅτι καὶ τῶν κακῶν αὐξομένων, μείζονα ἀεὶ προϊόντες τὴν ὑπὲρ τοῦ τὰ τοιαῦτα διορθῶσαι σπουδὴν ἐπιδείκνυσθε.