Ancient Greek · ~7 min
Τοῖς μονάζουσι Γότθοις τοῖς ἐν τοῖς Προμώτου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Epistulae 18-242 Τοῖς μονάζουσι Γότθοις τοῖς ἐν τοῖς Προμώτου.
Not analysed yet
Ἔγνων καὶ πρὸ τῶν γραμμάτων τῶν ὑμετέρων ὅσην ὑπομένετε θλίψιν, ὅσας ἐπιβουλὰς, ὅσους πειρασμοὺς, ὅσας ἐπηρείας· καὶ διὰ τοῦτο μάλιστα ὑμᾶς μακαρίζω, τοὺς στεφάνους τοὺς ἐκ τούτων ἐννοῶν, τὰ βραβεῖα, τὰ ἔπαθλα. Ὥσπερ γὰρ οἱ ἐπιβουλεύοντες ὑμῖν, καὶ ταράττοντες ὑμᾶς, κρῖμα καθ' ἑαυτῶν χαλεπὸν ἐπιφέρουσι, καὶ τὸ τῆς γεέννης κατὰ τῆς ἑαυτῶν κεφαλῆς ἐπισωρεύουσι πῦρ· οὕτως ὑμεῖς οἱ ταῦτα πάσχοντες, πολλῆς ἀπολαύσεσθε τῆς ἀμοιβῆς, πολλῆς τῆς ἀντιδόσεως. Μὴ δὴ θορυβεῖσθε, μηδὲ διαταράττεσθε ἐντεῦθεν, ἀλλὰ χαίρετε καὶ σκιρτᾶτε, ἀποστολικὸν φρόνημα διατηροῦντες τὸ λέγον· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου· καὶ πάλιν, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν. Δοκιμώτεροι τοίνυν γενόμενοι, καὶ εὐπορώτεροι τὴν εὐπορίαν τὴν ἐν οὐρανοῖς, κἂν χαλεπώτερα τούτων πάσχητε, μειζόνως ἀγάλλεσθε. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Οὐδὲ γὰρ ἔλαθεν ἡμᾶς ἡ ὑπομονὴ ὑμῶν, ἡ ἀνδρεία, ἡ καρτερία, ἡ γνησία καὶ θερμὴ διάθεσις, τὸ ἀκλινὲς ὑμῶν τῆς γνώμης, τὸ ἀπερίτρεπτον, τὸ ἀκίνητον. Διὸ καὶ ἡμεῖς ὑμῖν πολλὰς ὁμολογοῦμεν χάριτας, καὶ συνδεδέμεθα ὑμῶν ταῖς ψυχαῖς διηνεκῶς, καὶ τῆς ὁδοῦ τὸ μῆκος οὐδὲ ῥᾳθυμοτέρους ἡμᾶς περὶ τὴν ἀγάπην τὴν ὑμετέραν ἐργάζεται. Χάριν δὲ ὑμῖν ἔχω καὶ τῆς σπουδῆς ἣν ἐπεδείξασθε ὑπὲρ τοῦ μηδένα θόρυβον γενέσθαι ἐν τῇ Ἐκκλησίᾳ τῇ τῶν Γότθων, ἀλλ' εἰς ἀναβολὴν τὸ πρᾶγμα ἐμπεσεῖν. Καὶ οὐ μόνον οὐκ ἐγκαλῶ, ὅτι οὐδένα ἐπέμψατε, ἀλλὰ καὶ ἐπαινῶ καὶ θαυμάζω. Ἐκεῖνο γὰρ πολὺ τούτου προτιμότερον, τὸ πάντας ὑμᾶς εἰς τὴν ὑπόθεσιν ταύτην ἀσχολεῖσθαι. Μὴ δὴ διαλίπητε τὰ παρ' ὑμῶν αὐτῶν εἰσφέροντες καὶ δι' ὑμῶν αὐτῶν, καὶ δι' ἑτέρων, ὧν ἂν οἷόν τε ᾖ, ὥστε ὑπέρθεσιν τῷ πράγματι γενέσθαι. Ἄν τε γὰρ ἀνύσητέ τι, ἄν τε μὴ, τὸν μισθὸν ἀπηρτισμένον ἔχετε τῆς γνώμης καὶ τῆς προθυμίας.